Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

7.56 Σουλπίκιος δὲ τὴν ἀργίαν οὐκ ἀναμένων ἐκέλευε τοῖς στασιώταις ἐς τὴν ἀγορὰν ἥκειν μετὰ κεκρυμμένων ξιφιδίων καὶ δρᾶν, ὅ τι ἐπείγοι, μηδʼ αὐτῶν φειδομένους τῶν ὑπάτων, εἰ δέοι. ὡς δὲ αὐτῷ πάντα ἕτοιμα ἦν, κατηγόρει τῶν ἀργιῶν ὡς παρανόμων καὶ τοὺς ὑπάτους Κορνήλιον Σύλλαν καὶ Κόιντον Πομπήιον ἐκέλευεν αὐτὰς αὐτίκα ἀναιρεῖν, ἵνα προθείη τὴν δοκιμασίαν τῶν νόμων. θορύβου δʼ ἀναστάντος οἱ παρεσκευασμένοι τὰ ξιφίδια ἐπεσπάσαντο καὶ τοὺς ὑπάτους ἀντιλέγοντας ἠπείλουν κτενεῖν, μέχρι Πομπήιος μὲν λαθὼν διέφυγε, Σύλλας δʼ ὡς βουλευσόμενος ὑπεχώρει. κἀν τῷδε Πομπηίου τὸν υἱόν, κηδεύοντα τῷ Σύλλᾳ, παρρησιαζόμενόν τι καὶ λέγοντα κτείνουσιν οἱ τοῦ Σουλπικίου στασιῶται. καὶ ὁ Σύλλας ἐπελθὼν ἐβάστασε τὴν ἀργίαν ἔς τε Καπύην ἐπὶ τὸν ἐκεῖ στρατόν, ὡς ἐκ Καπύης ἐς τὴν Ἀσίαν ἐπὶ τὸν Μιθριδάτου πόλεμον διαβαλῶν, ἠπείγετο· οὐ γάρ πώ τινος τῶν ἐπʼ αὐτῷ πραττομένων ᾔσθετο. ὁ δὲ Σουλπίκιος, ἀναιρεθείσης τῆς ἀργίας καὶ Σύλλα τῆς πόλεως ἀποστάντος, ἐκύρου τὸν νόμον καί, οὗ χάριν ἅπαντα ταῦτα ἐγίγνετο, Μάριον εὐθὺς ἐχειροτόνει τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγεῖν ἀντὶ Σύλλα.
7.57 πυθόμενος δʼ ὁ Σύλλας καὶ πολέμῳ κρίνας διακριθῆναι συνήγαγε τὸν στρατὸν εἰς ἐκκλησίαν, καὶ τόνδε τῆς ἐπὶ τὸν Μιθριδάτην στρατείας ὀρεγόμενόν τε ὡς ἐπικερδοῦς καὶ νομίζοντα Μάριον ἐς αὐτὴν ἑτέρους καταλέξειν ἀνθʼ ἑαυτῶν. τὴν δʼ ὕβριν ὁ Σύλλας τὴν ἐς αὑτὸν εἰπὼν Σουλπικίου τε καὶ Μαρίου καὶ σαφὲς οὐδὲν ἄλλο ἐπενεγκών ʽοὐ γὰρ ἐτόλμα πω λέγειν περὶ τοιοῦδε πολέμοὐ, παρῄνεσεν ἑτοίμοις ἐς τὸ παραγγελλόμενον εἶναι. οἱ δὲ συνιέντες τε ὧν ἐπενόει καὶ περὶ σφῶν δεδιότες, μὴ τῆς στρατείας ἀποτύχοιεν, ἀπεγύμνουν αὐτοὶ τὸ ἐνθύμημα τοῦ Σύλλα καὶ ἐς Ῥώμην σφᾶς ἄγειν θαρροῦντα ἐκέλευον. ὁ δὲ ἡσθεὶς ἦγεν ἓξ τέλη στρατιωτῶν αὐτίκα. καὶ αὐτὸν οἱ μὲν ἄρχοντες τοῦ στρατοῦ χωρὶς ἑνὸς ταμίου διέδρασαν ἐς Ῥώμην, οὐχ ὑφιστάμενοι στρατὸν ἄγειν ἐπὶ τὴν πατρίδα· πρέσβεις δʼ ἐν ὁδῷ καταλαβόντες ἠρώτων, τί μεθʼ ὅπλων ἐπὶ τὴν πατρίδα ἐλαύνοι. ὁ δʼ εἶπεν, ἐλευθερώσων αὐτὴν ἀπὸ τῶν τυραννούντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme