Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

7.58 τρεπομένων δὲ τῶν Σύλλα στρατιωτῶν, ὁ Σύλλας σημεῖον ἁρπάσας προεκινδύνευεν, ὡς αἰδοῖ τε τοῦ στρατηγοῦ καὶ δέει τῆς ἐπὶ τῷ σημείῳ εἰ ἀπέχοιντο, ἀτιμίας εὐθὺς ἐκ τῆς τροπῆς αὐτοὺς μετατίθεσθαι. καὶ ὁ Σύλλας ἐκάλει τε τοὺς νεαλεῖς ἐκ τοῦ στρατοπέδου καὶ ἑτέρους κατὰ τὴν καλουμένην Σιβούραν ὁδὸν περιέπεμπεν, ᾗ κατὰ νώτου τῶν πολεμίων ἔμελλον ἔσεσθαι περιδραμόντες. οἱ δʼ ἀμφὶ τὸν Μάριον πρός τε τοὺς ἐπελθόντας ἀκμῆτας ἀσθενῶς μαχόμενοι καὶ ἐπὶ τοῖς περιοδεύουσι δείσαντες περικύκλωσιν τούς τε ἄλλους πολίτας ἐκ τῶν οἰκιῶν ἔτι μαχομένους συνεκάλουν καὶ τοῖς δούλοις ἐκήρυττον ἐλευθερίαν εἰ μετάσχοιεν τοῦ πόνου. οὐδενὸς δὲ προσιόντος ἀπογνόντες ἁπάντων ἔφευγον εὐθὺς ἐκ τῆς πόλεως καὶ σὺν αὐτοῖς ὅσοι τῶν ἐπιφανῶν συνεπεπράχεσαν.
7.59 ὁ δὲ Σύλλας τότε μὲν ἐς τὴν λεγομένην Ἱερὰν ὁδὸν παρῆλθε καὶ τοὺς διαρπάζοντάς τι τῶν ἐν ποσὶν αὐτίκα ἐν μέσῳ πάντων ἐφορώντων ἐκόλαζε, φρουρὰν δὲ κατὰ μέρος ἐπιστήσας τῇ πόλει διενυκτέρευεν αὐτός τε καὶ ὁ Πομπήιος, περιθέοντες ἑκάστους, ἵνα μή τι δεινὸν ἢ παρὰ τῶν δεδιότων ἢ παρὰ τῶν νενικηκότων ἐπιγένοιτο. ἅμα δʼ ἡμέρᾳ τὸν δῆμον ἐς ἐκκλησίαν συναγαγόντες ὠδύροντο περὶ τῆς πολιτείας ὡς ἐκ πολλοῦ τοῖς δημοκοποῦσιν ἐκδεδομένης, καὶ αὐτοὶ τάδε πράξαντες ὑπʼ ἀνάγκης. εἰσηγοῦντό τε μηδὲν ἔτι ἀπροβούλευτον ἐς τὸν δῆμον ἐσφέρεσθαι, νενομισμένον μὲν οὕτω καὶ πάλαι, παραλελυμένον δʼ ἐκ πολλοῦ, καὶ τὰς χειροτονίας μὴ κατὰ φυλάς, ἀλλὰ κατὰ λόχους, ὡς Τύλλιος βασιλεὺς ἔταξε, γίνεσθαι, νομίσαντες διὰ δυοῖν τοῖνδε οὔτε νόμον οὐδένα πρὸ τῆς βουλῆς ἐς τὸ πλῆθος ἐσφερόμενον οὔτε τὰς χειροτονίας ἐν τοῖς πένησι καὶ θρασυτάτοις ἀντὶ τῶν ἐν περιουσίᾳ καὶ εὐβουλίᾳ γιγνομένας δώσειν ἔτι στάσεων ἀφορμάς. πολλά τε ἄλλα τῆς τῶν δημάρχων ἀρχῆς, τυραννικῆς μάλιστα γεγενημένης, περιελόντες κατέλεξαν ἐς τὸ βουλευτήριον, ὀλιγανθρωπότατον δὴ τότε μάλιστα ὂν καὶ παρὰ τοῦτʼ εὐκαταφρόνητον ἀθρόους ἐκ τῶν ἀρίστων ἀνδρῶν τριακοσίους. ὅσα τε ὑπὸ Σουλπικίου κεκύρωτο μετὰ τὴν κεκηρυγμένην ὑπὸ τῶν ὑπάτων ἀργίαν, ἅπαντα διελύετο ὡς οὐκ ἔννομα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme