Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

7.63 οἱ μὲν δή, καθὰ καὶ Σύλλας ἐπεπράχει, βιάσασθαι τὴν πατρίδα διανοούμενοι, στρατιὰν δʼ οὐκ ἔχοντες, περιέβλεπον, εἴ τι συμβαίη· ἐν δὲ Ῥώμῃ Σύλλας μέν, ὅπλοις τὴν πόλιν ὅδε πρῶτος καταλαβών τε καὶ δυνηθεὶς ἂν ἴσως ἤδη μοναρχεῖν, ἐπεὶ τοὺς ἐχθροὺς ἠμύνατο, τὴν βίαν ἑκὼν ἀπέθετο καὶ τὸν στρατὸν ἐς Καπύην προπέμψας αὖθις ἦρχεν ὡς ὕπατος· οἱ δὲ τῶν ἐξελαθέντων στασιῶται, ὅσοι τῶν πλουσίων, καὶ γύναια πολλὰ πολυχρήματα, τοῦ δέους τῶν ὅπλων ἀναπνεύσαντες ἠρεθίζοντο ὑπὲρ καθόδου τῶνδε τῶν ἀνδρῶν καὶ οὐδὲν σπουδῆς ἢ δαπάνης ἐς τοῦτο ἀπέλειπον, ἐπιβουλεύοντες καὶ τοῖς τῶν ὑπάτων σώμασιν ὡς οὐκ ἐνὸν τῶνδε περιόντων ἐκείνοις κατελθεῖν. Σύλλᾳ μὲν δὴ καὶ παυσαμένῳ τῆς ἀρχῆς στρατὸς ἦν, ὁ ἐψηφισμένος ἐπὶ Μιθριδάτην, ἐς σωτηρίαν αὐτοῦ φύλαξ· Κόιντον δὲ Πομπήιον, τὸν ἕτερον ὕπατον, ὁ δῆμος οἰκτείρων τοῦ δέους ἐψηφίσατο ἄρχειν Ἰταλίας καὶ ἑτέρου τοῦ περὶ αὐτὴν στρατοῦ, τότε ὄντος ὑπὸ Γναίῳ Πομπηίῳ. τοῦθʼ ὁ Γναῖος πυθόμενός τε καὶ δυσχεράνας ἥκοντα μὲν τὸν Κόιντον ἐς τὸ στρατόπεδον ἐσεδέξατο, καὶ τῆς ἐπιούσης τι χρηματίζοντος ὑπεχώρησε μικρὸν οἷα ἰδιώτης, μέχρι τὸν ὕπατον πολλοὶ καθʼ ὑπόκρισιν ἀκροάσεως περιστάντες ἔκτειναν. καὶ φυγῆς τῶν λοιπῶν γενομένης ὁ Γναῖος αὐτοῖς ὑπήντα, χαλεπαίνων ὡς ὑπάτου παρανόμως ἀνῃρημένου· δυσχεράνας δʼ ὅμως εὐθὺς ἦρχεν αὐτῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme