Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

8.66 ταῦτʼ εἰπὼν ἐς ἐρέθισμα καὶ πολλὰ περὶ αὑτοῦ κατοικτισάμενος τήν τε ἐσθῆτα κατέρρηξε καὶ ἀπὸ τοῦ βήματος καταθορὼν ἔρριψεν αὑτὸν ἐς μέσους καὶ ἔκειτο ἐπὶ πλεῖστον, ἕως ἐπικλασθέντες ἀνέστησάν τε αὐτὸν καὶ καθίσαντες αὖθις ἐπὶ τοῦ θρόνου τάς τε ῥάβδους ἀνέσχον καὶ θαρρεῖν οἷα ὕπατον ἐκέλευον καὶ σφᾶς ἄγειν ἐφʼ ὅ τι χρῄζοι. τῆς δʼ ἀφορμῆς εὐθὺς οἱ ἄρχοντες αὐτῶν ἐπέβαινον καὶ ὤμνυον τῷ Κίννᾳ τὸν ὅρκον τὸν στρατιωτικόν, καὶ τοὺς ὑφʼ αὑτὸν ἕκαστος ἐξώρκου. ὁ δʼ, ἐπεί οἱ ταῦτα εἶχεν ἀσφαλῶς, ἐπὶ τὰς συμμαχίδας πόλεις διέθει καὶ ἠρέθιζε κἀκείνους, ὡς διὰ τούσδε μάλιστα τὴν συμφορὰν αὑτῷ γενομένην· οἱ δὲ χρήματά τε αὐτῷ καὶ στρατιὰν συνετέλουν· καὶ πολλοὶ καὶ τῶν ἐν Ῥώμῃ δυνατῶν ἕτεροι πρὸς αὐτὸν ἀφικνοῦντο, οἷς ἀπήρεσκεν ἡ τῆς πολιτείας εὐστάθεια.
8.66 καὶ Κίννας μὲν ἀμφὶ ταῦτʼ ἐγίγνετο, Ὀκτάουιος δὲ καὶ Μερόλας οἱ ὕπατοι τὸ μὲν ἄστυ τάφροις καὶ τειχῶν ἐπισκευαῖς ὠχύρουν καὶ μηχανήματα ἐφίστανον, ἐπὶ δὲ στρατιὰν ἔς τε τὰς ἑτέρας πόλεις τὰς ἔτι σφῶν κατηκόους καὶ ἐς τὴν ἀγχοῦ Γαλατίαν περιέπεμπον Γναῖόν τε Πομπήιον, ἀνθύπατον ὄντα καὶ στρατευμάτων περὶ τὸν Ἰόνιον ἡγούμενον, ἐκάλουν κατὰ σπουδὴν ἐπικουρεῖν τῇ πατρίδι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme