Book 1
8.67
ὁ δʼ ἦλθε καὶ πρὸς ταῖς Κολλίναις πύλαις ἐστρατοπέδευσε· καὶ ὁ Κίννας ἐπελθὼν αὐτῷ παρεστρατοπέδευε. Γάιος δὲ Μάριος τούτων πυθόμενος ἐς Τυρρηνίαν κατέπλευσεν ἅμα τοῖς συνεξελαθεῖσι καὶ θεράπουσιν αὐτῶν ἐπελθοῦσιν ἀπὸ Ῥώμης, ἐς πεντακοσίους μάλιστά που γεγονόσι. ῥυπῶν δʼ ἔτι καὶ κόμης ἔμπλεως ἐπῄει τὰς πόλεις, οἰκτρὸς ὀφθῆναι· μάχας τε καὶ τρόπαια αὑτοῦ Κιμβρικὰ καὶ ἓξ ὑπατείας ὑπερεπαίρων καὶ περὶ τῆς χειροτονίας σφόδρα αὐτοῖς ἐπιθυμοῦσιν ἐπαγγελλόμενός τε καὶ πιστὸς εἶναι δοκῶν, συνήγαγε Τυρρηνῶν ἑξακισχιλίους καὶ ἐς Κίνναν διῆλθεν ἀσμένως αὐτὸν ἐπὶ κοινωνία τῶν παρόντων δεχόμενον. ὡς δὲ ἀνεμίχθησαν, ἐστρατοπέδευον ἐπὶ τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐς τρία διαιρεθέντες, Κίννας μὲν καὶ Κάρβων σὺν αὐτῷ τῆς πόλεως ἀντικρύ, Σερτώριος δὲ ὑπὲρ τὴν πόλιν ἄνω καὶ Μάριος πρὸς τῇ θαλάσση, ζευγνύντες οἵδε τὸν ποταμὸν καὶ γεφυροῦντες, ἵνα τὴν πόλιν ἀφέλοιντο τὴν σιταγωγίαν. Μάριος δὲ καὶ Ὄστια εἷλε καὶ διήρπαζε, καὶ Κίννας ἐπιπέμψας Ἀρίμινον κατέλαβε, τοῦ μή τινα στρατιὰν ἐς τὴν πόλιν ἐπελθεῖν ἐκ τῆς ὑπηκόου Γαλατίας.
8.68
οἱ δὲ ὕπατοι δεδιότες καὶ στρατιᾶς ἄλλης δεόμενοι Σύλλαν μὲν οὐκ εἶχον καλεῖν ἐς τὴν Ἀσίαν ἤδη πεπερακότα, Καικίλιον δὲ Μέτελλον, τὰ λείψανα τοῦ συμμαχικοῦ πολέμου πρὸς Σαυνίτας διατιθέμενον, ἐκέλευον ὅπῃ δύναιτο εὐπρεπῶς διαλυσάμενον ἐπικουρεῖν τῇ πατρίδι πολιορκουμένῃ. οὐ συμβαίνοντος δὲ Σαυνίταις ἐς ἃ ᾔτουν τοῦ Μετέλλου, ὁ Μάριος αἰσθόμενος συνέθετο τοῖς Σαυνίταις ἐπὶ πᾶσιν οἷς ᾔτουν παρὰ τοῦ Μετέλλου. ὧδε μὲν δὴ καὶ Σαυνῖται Μαρίῳ συνεμάχουν· Κλαύδιον δὲ Ἄππιον χιλίαρχον, τειχοφυλακοῦντα τῆς Ῥώμης τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, εὖ ποτε παθόντα ὑφʼ ἑαυτοῦ, τῆς εὐεργεσίας ἀναμνήσας ὁ Μάριος ἐς τὴν πόλιν ἐσῆλθεν, ὑπανοιχθείσης αὐτῷ πύλης περὶ ἕω, καὶ τὸν Κίνναν ἐσεδέξατο. ἀλλʼ οὗτοι μὲν αὐτίκα ἐξεώσθησαν Ὀκταουίου καὶ Πομπηίου σφίσιν ἐπιδραμόντων· κεραυνῶν δὲ πολλῶν ἐς τὸ τοῦ Πομπηίου στρατόπεδον καταρραγέντων ἄλλοι τε τῶν ἐπιφανῶν καὶ ὁ Πομπήιος ἀπώλετο.