Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

9.77 ὧν ἀναγινωσκομένων δέος ἅπαντας ἐπεῖχε, καὶ πρέσβεις ἔπεμπον, οἳ συναλλάξειν αὐτὸν τοῖς ἐχθροῖς ἔμελλον καὶ προερεῖν, εἴ τινος ἀσφαλείας δέοιτο, τῇ βουλῇ τάχιστα ἐπιστεῖλαι· τοῖς δʼ ἀμφὶ τὸν Κίνναν εἴρητο μὴ στρατολογεῖν, ἕστε ἐκεῖνον ἀποκρίνασθαι. οἱ δʼ ὑπέσχοντο μὲν ὧδε πράξειν, οἰχομένων δὲ τῶν πρέσβεων ἐς τὸ μέλλον ἑαυτοὺς ἀνεῖπον ὑπάτους αὐτίκα, τοῦ μὴ διὰ τὰ ἀρχαιρέσια θᾶττον ἐπανήκειν, καὶ τὴν Ἰταλίαν περιιόντες στρατιὰν συνῆγον, ἣν ἐς Λιβυρνίαν, ὡς ἐκεῖθεν ἀπαντήσοντες τῷ Σύλλᾳ, κατὰ μέρος ἐπὶ νεῶν διεβίβαζον.
9.78 τὸ μὲν δὴ πρῶτον μέρος εὐσταθῶς διέπλευσε· τῷ δʼ ἑξῆς χειμὼν ἐπέπεσε, καὶ ὅσοι τῆς γῆς ἐλαμβάνοντο, εὐθὺς ἐς τὰς πατρίδας διεδίδρασκον ὡς οὐ στρατεύσοντες ἑκόντες κατὰ πολιτῶν· οἵ τε λοιποὶ πυνθανόμενοι ταῦτʼ οὐδʼ αὐτοὶ περάσειν ἔτι ἔλεγον ἐς τὴν Λιβυρνίαν. Κίννας δʼ ἀγανακτῶν ἐς ἐκκλησίαν αὐτοὺς ὡς ἐπιπλήξων συνεκάλει· καὶ οἱ σὺν ὀργῇ παρῄεσαν ὡς ἀμυνούμενοι. τῶν δὲ ῥαβδοφόρων τινὸς ὁδοποιοῦντος τῷ Κίννᾳ καί τινα τῶν ἐν ποσὶ πατάξαντος, ἕτερος ἐκ τοῦ στρατοῦ τὸν ῥαβδοῦχον ἐπάταξε. καὶ Κίννα κελεύσαντος αὐτὸν συλλαβεῖν βοὴ παρὰ πάντων ἀνέστη, καὶ λίθων ἦσαν ἐπʼ αὐτὸν ἀφέσεις· οἱ δʼ ἐγγὺς καὶ τὰ ξιφίδια ἐπισπάσαντες συνεκέντησαν αὐτόν. οὕτω μὲν δὴ καὶ Κίννας ὑπατεύων ἀπέθανε· Κάρβων δʼ ἔκ τε Λιβυρνίας τοὺς διαπεπλευκότας ἐς αὐτὴν μετεκάλει καὶ τὰ γιγνόμενα δεδιὼς ἐς τὴν πόλιν οὐ κατῄει, καὶ πάνυ τῶν δημάρχων αὐτὸν καλούντων ἐπὶ συνάρχου χειροτονίαν. ἀπειλησάντων δὲ ἰδιώτην ἀποφανεῖν, ἐπανῆλθε μὲν καὶ χειροτονίαν προύθηκεν ὑπάτου, ἀπαισίου δὲ τῆς ἡμέρας γενομένης ἑτέραν προύγραφε· κἀν ταύτῃ κεραυνοῦ πεσόντος ἐς τὸ τῆς Σελήνης καὶ τὸ τῆς Δήμητρος ἱερὸν οἱ μάντεις ὑπὲρ τὰς θερινὰς τροπὰς ἀνετίθεντο τὰς χειροτονίας, καὶ μόνος ἦρχεν ὁ Κάρβων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme