Book 1
9.79
Σύλλας δὲ τοῖς πρὸς αὐτὸν ἥκουσιν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο αὐτὸς μὲν οὔποτε ἀνδράσι τολάδε ἐργασαμένοις ἔσεσθαι φίλος, τῇ πόλει δʼ οὐ φθονήσειν χαριζομένῃ τὴν σωτηρίαν αὐτοῖς· ἀσφάλειαν δὲ αὐτὸς μᾶλλον αὐτοῖς ἔφη καὶ τοῖς ἐς αὑτὸν καταφυγοῦσιν ἐς ἀεὶ παρέξειν, στρατὸν ἔχων εὔνουν. ᾧ δὴ καὶ μάλιστα δῆλος ἐγένετο, ἑνὶ ῥήματι τῷδε, οὐ διαλύσων τὸν στρατόν, ἀλλὰ τὴν τυραννίδα ἤδη διανοούμενος. ᾔτει δʼ αὐτοὺς τήν τε ἀξίωσιν καὶ περιουσίαν καὶ ἱερωσύνην καὶ εἴ τι ἄλλο γέρας εἶχεν, ἐντελῆ πάντα ἀποδοθῆναι· καὶ τοὺς περὶ τούτων ἐροῦντας συνέπεμπε τοῖς πρέσβεσιν. οἱ δʼ εὐθὺς ἀπὸ τοῦ Βρεντεσίου, Κίνναν τε πυθόμενοι τεθνάναι καὶ τὴν πόλιν ἀδιοίκητον εἶναι, πρὸς τὸν Σύλλαν ἀνέστρεφον ἄπρακτοι. καὶ ὁ Σύλλας πέντε Ἰταλοῦ στρατοῦ τέλη καὶ ἱππέας ἑξακισχιλίους, ἄλλους τέ τινας ἐκ Πελοποννήσου καὶ Μακεδονίας προσλαβών, ἅπαντας ἄγων ἐς μυριάδας ἀνδρῶν τέσσαρας, ἐπί τε Πάτρας ἀπὸ τοῦ Πειραιέως καὶ ἐκ Πατρῶν ἐς Βρεντέσιον χιλίαις καὶ ἑξακοσίαις ναυσὶ διέπλει. δεξαμένων δʼ αὐτὸν ἀμαχεὶ τῶν Βρεντεσίων, τοῖσδε μὲν ὕστερον ἔδωκεν ἀτέλειαν, ἣν καὶ νῦν ἔχουσιν, αὐτὸς δʼ ἀναστήσας τὸν στρατὸν ἦγεν ἐς τὸ πρόσω.