Book 1
10.85
πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δʼ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δʼ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. Σύλλᾳ δὲ καὶ Μετέλλῳ περὶ τὸ Τεανὸν οὖσι Λεύκιος Σκιπίων ἐπῄει μεθʼ ἑτέρου στρατοῦ, πάνυ ἀθύμως ἔχοντος καὶ ποθοῦντος εἰρήνην γενέσθαι· αἰσθόμενοι δʼ οἱ περὶ τὸν Σύλλαν πρὸς τὸν Σκιπίωνα περὶ συμβάσεων ἐπρέσβευον, οὐχ οὕτως ἐλπίζοντες ἢ χρῄζοντες, ὡς στασιάσειν προσδοκῶντες αὐτοῦ τὸν στρατὸν ἀθύμως ἔχοντα. ὃ καὶ συνηνέχθη γενέσθαι. Σκιπίων μὲν γὰρ ὅμηρα τῆς συνόδου λαβὼν ἐς τὸ πεδίον κατῄει, καὶ συνῄεσαν τρεῖς ἑκατέρωθεν, ὅθεν οὐδὲ γνῶναι τὰ λεχθέντα συνέβη· ἐδόκει δʼ ἀναθέμενος ὁ Σκιπίων ἐς Νωρβανὸν τὸν σύναρχον περὶ τῶν λελεγμένων πέμψαι Σερτώριον ἀπαγγελοῦντα, καὶ ὁ στρατὸς ὁ ἑκατέρων ἡσύχαζε, τὰς ἀποκρίσεις ἀναμένοντες. Σερτωρίου δʼ ἐν παρόδῳ Σύεσσαν, ἣ τὰ Σύλλεια ᾕρητο, καταλαβόντος ὁ μὲν Σύλλας ᾐτιᾶτο πέμπων ἐς τὸν Σκιπίωνα, ὁ δέ, εἴτε τῷ γενομένῳ συνεγνωκὼς εἴτε ἀποκρίσεως ἀπορῶν ὡς ἐπὶ ἀλλοκότῳ δὴ τῷ Σερτωρίου ἔργῳ, τὰ ὅμηρα ἀπέπεμπε τῷ Σύλλᾳ. καὶ αὐτίκα ὁ στρατὸς αὐτοῦ, τῇ τε τῆς Συέσσης ἐν σπονδαῖς ἀλόγῳ καταλήψει καὶ τῇ τῶν ὁμήρων οὐκ ἀπαιτουμένων ἀποπέμψει τοὺς ὑπάτους ἔχοντες ἐν αἰτίαις, κρύφα τῷ Σύλλᾳ συνετίθεντο μεταθήσεσθαι πρὸς αὐτόν, εἰ πελάσειε. καὶ προσιόντος αὐτίκα πάντες ἀθρόως μετέστησαν, ὡς τὸν ὕπατον Σκιπίωνα καὶ τὸν υἱὸν αὐτοῦ Λεύκιον μόνους ἐκ τοῦ στρατοῦ παντὸς ἐν τῇ σκηνῇ διηπορημένους Σύλλαν καταλαβεῖν. καί μοι δοκεῖ τόδε οὐ στρατηγοῦ παθεῖν ὁ Σκιπίων, ἀγνοήσας ὅλου στρατοῦ τοσήνδε συνθήκην.