Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

10.86 Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων ὁ Σύλλας ἀπέπεμπεν ἀπαθῆ. καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλιας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δʼ αὐτῷ προιόντος οὐδʼ ἐς ἀπόκρισιν ʽὁ γάρ τοι Νωρβανός, ὡ ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν’ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν· τὸ δʼ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατʼ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο· καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος ἢ τῶν ὑπάτων ἢ Σύλλα πέμψαντος εἶναι, τὸ δʼ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, διʼ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δʼ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν· καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δʼ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδʼ ὁ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme