Book 1
10.87
τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ἐγενέσθην Παπίριός τε Κάρβων αὖθις καὶ Μάριος ὁ ἀδελφιδοῦς Μαρίου τοῦ περιφανοῦς, ἑπτὰ καὶ εἴκοσιν ἔτη γεγονώς· χειμὼν δὲ καὶ κρύος πολὺ γενόμενον ἅπαντας ἀλλήλων διέστησεν. ἀρχομένου δʼ ἦρος περὶ τὸν Αἰσῖνον ποταμὸν ἐξ ἠοῦς ἐπὶ μεσημβρίαν ἀγὼν καρτερὸς ἐγένετο Μετέλλῳ τε καὶ Καρρίνᾳ, Κάρβωνος στρατηγῷ, πρὸς ἀλλήλους· καὶ φεύγει μὲν ὁ Καρρίνας πολλοῦς ἀποβαλών, τὰ δὲ περίοικα πάντα ἐς τὸν Μέτελλον ἀπὸ τῶν ὑπάτων μετετίθετο. Μέτελλον δὲ Κάρβων καταλαβὼν ἐφρούρει περικαθήμενος, ἔστε Μάριον τὸν ἕτερον ὕπατον μεγάλῃ μάχῃ περὶ Πραινεστὸν ἡττῆσθαι πυθόμενος ἀνεστρατοπέδευεν ἐς Ἀρίμινον. καὶ τοῦδε μὲν Πομπήιος τῆς οὐραγίας ἐξαπτόμενος ἠνώχλει, ἡ δὲ περὶ Πραινεστὸν ἧσσα ὧδε ἐγένετο. Σύλλα Σήτιον καταλαβόντος, ὁ Μάριος ἀγχοῦ στρατοπεδεύων ὑπεχώρει κατʼ ὀλίγον, ὡς δʼ ἦλθεν ἐπὶ τὸν καλούμενον Ἱερὸν λιμένα, ἐξέτασσεν ἐς μάχην καὶ ἠγωνίζετο προθύμως. ἀρχομένου δʼ ἐνδιδόναι τοῦ λαιοῦ μέρους, σπεῖραι πέντε πεζῶν καὶ δύο ἱππέων οὐκ ἀναμείνασαι τὴν τροπὴν ἐκφανῆναι τά τε σημεῖα ἔρριψαν ὁμοῦ καὶ πρὸς τὸν Σύλλαν μετετίθεντο. καὶ τόδʼ εὐθὺς ἦρχε τῷ Μαρίῳ δυσχεροῦς ἥττης. κοπτόμενοι γὰρ ἐς Πραινεστὸν ἔφευγον ἅπαντες, ἑπομένου τοῦ Σύλλα σὺν δρόμῳ. καὶ οἱ Πραινέστιοι τοὺς μὲν πρώτους αὐτῶν εἰσεδέξαντο, Σύλλα δʼ ἐπικειμένου τὰς πύλας ἀπέκλεισαν καὶ Μάριον καλῳδίοις ἀνιμήσαντο. πολὺς δʼ ἄλλος ἐκ τοῦδε περὶ τοῖς τείχεσιν ἐγίγνετο φόνος, καὶ πλῆθος αἰχμαλώτων ὁ Σύλλας ἔλαβεν, ὧν τοὺς Σαυνίτας ἔκτεινε πάντας ὡς αἰεὶ χαλεποὺς Ῥωμαίοις γενομένους.