Book 1
10.89
Σύλλας δʼ ὡς ἔμαθεν, αὐτίκα ἐπελθὼν τὴν μὲν στρατιὰν ἵδρυσε πρὸ τῶν πυλῶν ἐν τῷ Ἀρείῳ πεδίῳ, αὐτὸς δʼ εἴσω παρῆλθεν, ἐκφυγόντων τῶν ἀντιστασιωτῶν ἁπάντων. καὶ τὰ μὲν τούτων αὐτίκα ἐδημεύετο καὶ διεπιπράσκετο, τὸν δὲ δῆμον ἐς ἐκκλησίαν συναγαγὼν τήν τε ἀνάγκην τῶν παρόντων ὠλοφύρετο καὶ θαρρεῖν προσέταξεν ὡς αὐτίκα τῶνδε παυσομένων καὶ τῆς πολιτείας ἐς τὸ δέον ἐλευσομένης. διοικησάμενος δʼ ὅσα ἤπειγε καὶ τῇ πόλει τινὰς ἐπιστήσας τῶν ἑαυτοῦ ἐξώρμησεν ἐς Κλούσιον, ἔνθα τοῦ πολέμου τὰ λοιπὰ ἤκμαζεν. ἐν δὲ τούτῳ τοῖς ὑπάτοις προσεγένοντο ἱππεῖς Κελτίβηρες, ὑπὸ τῶν ἐν Ἰβηρίᾳ στρατηγῶν ἀπεσταλμένοι, καὶ γενομένης παρὰ τὸν Γλάνιν ποταμὸν ἱππομαχίας ὁ μὲν Σύλλας ἔκτεινεν ἐς πεντήκοντα τῶν πολεμίων, διακόσιοι δὲ καὶ ἑβδομήκοντα τῶνδε τῶν Κελτιβήρων ηὐτομόλησαν ἐς Σύλλαν· καὶ τοὺς λοιποὺς ὁ Κάρβων ἀνεῖλεν, εἴτε χαλεπήνας τῆς τῶν ὁμοεθνῶν αὐτομολίας εἴτε δείσας περὶ ὁμοίου. τοῦ δʼ αὐτοῦ χρόνου περὶ Σατουρνίαν ἑτέρῳ μέρει τοὺς ἐχθροὺς ὁ Σύλλας ἐνίκα, καὶ Μέτελλος ἐπὶ Ῥάβενναν περιπλέων τὴν Οὐριτανὴν χώραν, πεδιάδα καὶ πυροφόρον οὖσαν, προκατελάμβανεν. ἔς τε Νέαν πόλιν ἐκ προδοσίας νυκτὸς ἕτεροι τῶν Συλλείων ἐσελθόντες ἔκτειναν ἅπαντας χωρὶς ὀλίγων διαφυγόντων καὶ τὰς τριήρεις τῆς πόλεως ἔλαβον. αὐτῷ δὲ Σύλλᾳ καὶ Κάρβωνι περὶ Κλούσιον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν γίγνεται μάχη καρτερά· καὶ φανέντες ἀλλήλοις ἰσόμαχοι μετὰ σκότους διεκρίθησαν.