Book 1
10.92
Κάρβων δὲ ἕτερα δύο τέλη στρατιωτῶν ἐς Πραινεστὸν ἄγειν ἔπεμπε Δαμάσιππον, ὑπερεπειγόμενος Μάριον ἐκλῦσαι τῆς πολιορκίας· ἀλλʼ οὐδʼ οὗτοι τὰ στενὰ διελθεῖν ἐδύναντο φυλασσόμενα ὑπὸ τοῦ Σύλλα. Γαλάται τε ὅσοι ἀπὸ Ῥαβέννης ἐπὶ τὰ Ἄλπεια παρήκουσιν, ἀθρόως ἐς Μέτελλον μετετίθεντο· καὶ Λεύκολλος ἑτέρους τῶν Καρβωνείων ἐνίκα περὶ Πλακεντίαν. ὧν ὁ Κάρβων πυνθανόμενος, τρισμυρίους ὅμως ἔτι ἔχων περὶ τὸ Κλούσιον καὶ δύο τέλη τὰ Δαμασίππου καὶ ἕτερα περὶ Καρρίναν καὶ Μάρκιον Σαυνιτῶν τε αὐτῷ χειρὶ πολλῇ προθύμως περὶ τὰ στενὰ κακοπαθούντων, ἀπογνοὺς ἁπάντων ἀσθενῶς ἔφευγε σὺν τοῖς φίλοις ἐς Λιβύην ἐξ Ἰταλίας ὕπατος ἔτι ὤν, ὡς Λιβύην παραστησόμενος ἀντὶ τῆς Ἰταλίας. τῶν δʼ ὑπολειφθέντων οἱ μὲν ἀμφὶ τὸ Κλούσιον Πομπηίῳ συνενεχθέντες ἐς μάχην ἀπέβαλον ἐς δισμυρίους, καὶ ὡς ἐπὶ συμφορᾷ μεγίστῃ καὶ τὸ λοιπὸν τοῦδε τοῦ στρατοῦ ἐς τὰς πατρίδας κατὰ μέρη διελύθη· Καρρίνας δὲ καὶ Μάρκιος καὶ Δαμάσιππος οἷς εἶχον ἅπασιν ἐπὶ τὰ στενὰ ἐχώρουν ὡς ὁμοῦ τοῖς Σαυνίταις βιασόμενοι πάντως αὐτὰ περᾶσαι. οὐ δυνηθέντες δὲ οὐδʼ ὥς, ἐφέροντο ἐς Ῥώμην ὡς ἔρημον ἀνδρῶν καὶ τροφῶν ἅμα καταληψόμενοι τὸ ἄστυ καὶ πρὸ σταδίων ἑκατὸν ἐστρατοπέδευον ἀμφὶ τὴν Ἀλβανῶν γῆν.