Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

11.95 καὶ οἵδε μὲν οὕτως ἐγκρατῶς ἀπέθανον· ἠνυσμένων δὲ τῶν ἀμφὶ τὴν Ἰταλίαν πολέμοις καὶ πυρὶ καὶ φόνῳ πολλῷ, οἱ μὲν τοῦ Σύλλα στρατηγοὶ τὰς πόλεις ἐπιόντες τὰ ὕποπτα ἐφρούρουν, καὶ Πομπήιος ἔς τε Λιβύην ἐπὶ Κάρβωνα καὶ ἐς Σικελίαν ἐπὶ τοὺς ἐκεῖ Κάρβωνος φίλους ἐστέλλετο· αὐτὸς δὲ ὁ Σύλλας Ῥωμαίους ἐς ἐκκλησίαν συναγαγὼν πολλὰ ἐμεγαληγόρησεν ἐφʼ ἑαυτῷ καὶ φοβερὰ ἐς κατάπληξιν εἶπεν ἕτερα καὶ ἐπήνεγκεν, ὅτι τὸν μὲν δῆμον ἐς χρηστὴν ἄξει μεταβολήν, εἰ πείθοιντό οἱ, τῶν δʼ ἐχθρῶν οὐδενὸς ἐς ἔσχατον κακοῦ φείσεται, ἀλλὰ καὶ τοὺς στρατηγοὺς ἢ ταμίας ἢ χιλιάρχους ἢ ὅσοι τι συνέπραξαν ἄλλοι τοῖς πολεμίοις, μεθʼ ἣν ἡμέραν Σκιπίων ὁ ὕπατος οὐκ ἐνέμεινε τοῖς πρὸς αὐτὸν ὡμολογημένοις, μετελεύσεσθαι κατὰ κράτος. ταῦτα δʼ εἰπὼν αὐτίκα βουλευτὰς ἐς τεσσαράκοντα καὶ τῶν καλουμένων ἱππέων ἀμφὶ χιλίους καὶ ἑξακοσίους ἐπὶ θανάτῳ προύγραφεν. οὗτος γὰρ δοκεῖ πρῶτος, οὓς ἐκόλασε θανάτῳ, προγράψαι καὶ γέρα τοῖς ἀναιροῦσι καὶ μήνυτρα τοῖς ἐλέγχουσι καὶ κολάσεις τοῖς κρύπτουσιν ἐπιγράψαι. μετʼ οὐ πολὺ δὲ βουλευτὰς ἄλλους αὐτοῖς προσετίθει. καὶ τῶνδε οἱ μὲν ἀδοκήτως καταλαμβανόμενοι διεφθείροντο, ἔνθα συνελαμβάνοντο, ἐν οἰκίαις ἢ στενωποῖς ἢ ἱεροῖς, οἱ δὲ μετέωροι πρὸς τὸν Σύλλαν φερόμενοί τε καὶ πρὸ ποδῶν αὐτοῦ ῥιπτούμενοι· οἱ δὲ καὶ ἐσύροντο καὶ κατεπατοῦντο, οὐδὲ φωνὴν ἔτι τῶν θεωμένων οὐδενὸς ἐπὶ τοσοῖσδε κακοῖς ἔχοντος ὑπʼ ἐκπλήξεως. ἐξέλασίς τε ἑτέρων ἦν καὶ δήμευσις τῶν ἑτέροις ὄντων. ἐπὶ δὲ τοὺς τῆς πόλεως ἐκφυγόντας ζητηταὶ πάντα μαστεύοντες διέθεον καὶ ὅσους αὐτῶν λάβοιεν ἀνῄρουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme