Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

11.102 Σύλλας δὲ καὶ Ἀλέξανδρον τὸν Ἀλεξάνδρου τοῦ ἐν Αἰγύπτῳ βασιλεύσαντος υἱόν, ἀνατραφέντα μὲν ἐν Κῷ καὶ ὑπὸ Κῴων ἐκδοθέντα Μιθριδάτῃ, διαφυγόντα δὲ πρὸς Σύλλαν ἐκ Μιθριδάτου καὶ συνήθη γενόμενον, ἐψηφίσατο βασιλεύειν Ἀλεξανδρέων, ἐρήμου τῆς Ἀλεξανδρέων ἀρχῆς ἀνδρὸς οὔσης καὶ τῶν γυναικῶν, ὅσαι βασιλείου γένους, ἀνδρὸς συγγενοῦς δεομένων, ἐλπίσας χρηματιεῖσθαι πολλὰ ἐκ βασιλείας πολυχρύσου. ἀλλὰ τόνδε μὲν οἱ Ἀλεξανδρεῖς ἐννεακαιδεκάτην ἡμέραν ἔχοντα τῆς ἀρχῆς καὶ ἀτοπώτερον σφῶν, οἷα Σύλλᾳ πεποιθότα, ἐξηγούμενον, ἐς τὸ γυμνάσιον ἐκ τοῦ βασιλείου προαγαγόντες ἔκτειναν. οὕτως ἔτι καὶ οἵδε διά τε μέγεθος ἀρχῆς ἰδίας καὶ τῶν ἔξωθεν κακῶν ἔτι ὄντες ἀπαθεῖς ἀφόβως εἶχον ἑτέρων.
12.103 τοῦ δʼ ἐπιόντος ἔτους Σύλλας, καίπερ ῶν δικτάτωρ, ἐς ὑπόκρισιν ὅμως καὶ σχῆμα δημοκρατικῆς ἀρχῆς ὑπέστη καὶ ὕπατος αὖθις γενέσθαι σὺν Μετέλλῳ τῷ Εὐσεβεῖ. καὶ ἀπὸ τοῦδε ἴσως ἔτι νῦν οἱ Ῥωμαίων βασιλέες, ὑπάτους ἀποφαίνοντες τῇ πατρίδι, ἔστιν ὅτε καὶ ἑαυτοὺς ἀποδεικνύουσιν, ἐν καλῷ τιθέμενοι μετὰ τῆς μεγίστης ἀρχῆς καὶ ὑπατεῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme