Book 1
12.103
τῷ δʼ ἑξῆς ἔτει ὁ μὲν δῆμος καὶ τότε τὸν Σύλλαν θεραπεύων ᾑρεῖτο ὑπατεύειν, ὁ δὲ οὐκ ἀνασχόμενος ὑπάτους μὲν αὐτοῖς ἀπέφηνε Σερουίλιον Ἰσαυρικὸν καὶ Κλαύδιον Ποῦλχρον, αὐτὸς δὲ τὴν μεγάλην ἀρχὴν οὐδενὸς ἐνοχλοῦντος ἑκὼν ἀπέθετο. καί μοι θαῦμα μὲν καὶ τόδε αὐτοῦ καταφαίνεται τοσήνδε ἀρχὴν πρῶτον ἀνδρῶν καὶ μόνον ἐς τότε Σύλλαν οὐδενὸς ἐπείγοντος ἀποθέσθαι, οὐ παισίν, ὡς Πτολεμαῖος ἐν Αἰγύπτῳ καὶ Ἀριοβαρζάνης ἐν Καππαδοκίᾳ καὶ Σέλευκος ἐν Συρίᾳ, ἀλλʼ αὐτοῖς τοῖς τυραννουμένοις· ἄλογον δʼ ἤδη καὶ τὸ βιασάμενον ἐς τὴν ἀρχὴν ῥιψοκινδύνως, ἐπείτε ἐγκρατὴς ἐγένετο, ἑκόντα ἀποθέσθαι καὶ παράδοξον, οἷον οὔπω τι ἕτερον, τὸ μὴ δεῖσαι νεότητος ἐν τῷδε τῷ πολέμῳ πλέον μυριάδων δέκα ἀνῃρημένης καὶ τῶν ἐχθρῶν αὐτὸν ἀνελόντα βουλευτὰς μὲν ἐνενήκοντα, ὑπάτους δʼ ἐς πεντεκαίδεκα, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων δισχιλίους καὶ ἑξακοσίους σὺν τοῖς ἐξεληλαμένοις· ὧν τῆς τε περιουσίας δεδημευμένης καὶ πολλῶν ἀτάφων ἐκριφέντων, οὔτε τοὺς οἴκοι ὁ Σύλλας οὔτε τοὺς φεύγοντας καταπλαγεὶς οὐδὲ τὰς πόλεις, ὧν ἀκροπόλεις τε καὶ τείχη καὶ γῆν καὶ χρήματα καὶ ἀτελείας ἀφῄρητο, ἑαυτὸν ἀπέφηνεν ἰδιώτην.
12.104
τοσοῦτον ἦν ἐν τῷδε τῷ ἀνδρὶ τόλμης καὶ τύχης· ὅν γέ φασιν ἐπειπεῖν ἐν ἀγορᾷ, τὴν ἀρχὴν ἀποτιθέμενον, ὅτι καὶ λόγον, εἴ τις αἰτοίη, τῶν γεγονότων ὑφέξει, καὶ τὰς ῥάβδους καθελόντα καὶ τοὺς πελέκεας τὴν φρουρὰν ἀπὸ τοῦ σώματος ἀπώσασθαι καὶ μόνον μετὰ τῶν φίλων ἐς πολὺ ἐν μέσῳ βαδίσαι θεωμένου τοῦ πλήθους καὶ καταπεπληγότος αὐτὸν καὶ τότε. ἀναχωροῦντα δʼ ἐπὶ τὴν οἰκίαν μόλις ποτὲ μειράκιον ἐπεμέμφετο καὶ οὐδενὸς αὐτὸ ἀπερύκοντος ἐθάρρησε καὶ λοιδορούμενον αὐτῷ μέχρι τῆς οἰκίας ἐλθεῖν. ὁ δὲ κατὰ τῶν μεγίστων ἀνδρῶν τε καὶ πόλεων ἄκρος ὀργὴν γενόμενος εὐσταθῶς τὸ μειράκιον ἤνεγκε καὶ τοσοῦτον ἐσιὼν ἐς τὴν οἰκίαν, εἴτε ἀπὸ ξυνέσεως εἴτε καὶ τύχῃ καταμαντευόμενος τῶν ἐσομένων, ἀπεκρίνατο, ὅτι κωλύσει τὸ μειράκιον τόδε ἕτερον ἄνδρα ἀρχὴν τοιάνδε ἔχοντα ἀποθέσθαι.