Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

12.105 Σύλλας δʼ ἐν τοῖς ἀγροῖς ἐνύπνιον ἔδοξεν ἰδεῖν, ὅτι αὐτὸν ὁ δαίμων ἤδη καλοίη· καὶ ὁ μὲν αὐτίκα μεθʼ ἡμέραν τοῖς φίλοις τὸ ὄναρ ἐξειπὼν διαθήκας συνέγραφεν ἐπειγόμενος καὶ αὐτῆς ἡμέρας συνετέλει· σφραγισαμένῳ δʼ αὐτὰς περὶ ἑσπέραν πυρετὸς ἐμπίπτει καὶ νυκτὸς ἐτελεύτησεν, ἑξήκοντα μὲν ἔτη βιώσας, εὐτυχέστατος δʼ ἀνδρῶν ἔς τε τὸ τέλος αὐτὸ καὶ ἐς τἆλλα πάντα, ὥσπερ καὶ ὠνομάζετο, γενέσθαι δοκῶν, εἰ δή τις εὐτυχίαν ἡγοῖτο τυχεῖν ὅσων ἂν ἐθέλῃ. γίνεται δʼ εὐθὺς ἐν ἄστει στάσις ἐπʼ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δʼ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο· ἄλλο τε πλῆθος, ὅσον ἐπʼ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δʼ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme