Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

13.108 λοιπὸν δʼ ἐστὶ τῶν Συλλείων ἔργων τὸ Σερτωρίου, γενόμενον μὲν ὀκτάετες, οὐκ εὐμαρὲς δὲ οὐδαμὰ Ῥωμαίοις, ἅτε μὴ πρὸς Ἴβηρας αὐτούς, ἀλλὰ καὶ τόδε ἐπʼ ἀλλήλους καὶ πρὸς Σερτώριον, ὃς ᾕρητο μὲν Ἰβηρίας ἄρχειν, Κάρβωνι δʼ ἐπὶ Σύλλᾳ συμμαχῶν Σύεσσαν πόλιν ἐν σπονδαῖς κατέλαβε καὶ φεύγων ἐπὶ τὴν στρατηγίαν ᾤχετο. καὶ στρατὸν ἔχων ἔκ τε Ἰταλίας αὐτῆς καί τινα ἄλλον ἐκ Κελτιβήρων ἀγείρας τούς τε πρὸ ἑαυτοῦ στρατηγούς, οὐ παραδιδόντας οἱ τὴν ἀρχὴν ἐς χάριν Σύλλα, τῆς Ἰβηρίας ἐξέβαλε καὶ πρὸς Μέτελλον ἐπιπεμφθέντα ὑπὸ Σύλλα ἀπεμάχετο γενναίως. περιώνυμος δὲ ὢν ἐπὶ τόλμῃ, βουλὴν κατέλεξεν ἐκ τῶν συνόντων οἱ φίλων τριακοσίους καὶ τήνδε ἔλεγεν εἶναι τὴν Ῥωμαίων βουλὴν καὶ ἐς ὕβριν ἐκείνης σύγκλητον ἐκάλει. Σύλλα δʼ ἀποθανόντος καὶ Λεπίδου μετὰ Σύλλαν, στρατὸν ἔχων ἄλλον Ἰταλῶν, ὅσον αὐτῷ Περπέννας ὁ τοῦ Λεπίδου στρατηγὸς ἤγαγεν, ἐπίδοξος ἦν στρατεύσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ μὴ δείσασα ἡ βουλὴ στρατόν τε ἄλλον καὶ στρατηγὸν ἕτερον ἐπὶ τῷ προτέρῳ Πομπήιον ἔπεμψεν ἐς Ἰβηρίαν, νέον μὲν ἔτι ὄντα, περιφανῆ δʼ ἐξ ὧν ἐπὶ Σύλλα περί τε Λιβύην καὶ ἐν αὐτῇ Ἰταλίᾳ κατείργαστο.
13.109 ὁ δὲ ἐς τὰ Ἄλπεια ὄρη μετὰ φρονήματος ἀνῄει, οὐ κατὰ τὴν Ἀννίβου μεγαλουργίαν, ἑτέραν δʼ ἐχάρασσεν ἀμφὶ ταῖς πηγαῖς τοῦ τε Ῥοδανοῦ καὶ Ἠριδανοῦ, οἳ ἀνίσχουσι μὲν ἐκ τῶν Ἀλπείων ὀρῶν οὐ μακρὰν ἀπʼ ἀλλήλων, ῥεῖ δʼ ὁ μὲν διὰ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις εἰς τὴν Τυρρηνικὴν θάλασσαν, ὁ δὲ ἔνδοθεν τῶν Ἀλπείων ἐπὶ τὸν Ἰόνιον, Πάδος ἀντὶ Ἠριδανοῦ μετονομασθείς. ἀφικομένου δʼ ἐς Ἰβηρίαν αὐτίκα ὁ Σερτώριος τέλος ὅλον, ἐπὶ χορτολογίαν ἐξιόν, αὐτοῖς ὑποζυγίοις καὶ θεράπουσι συνέκοψε καὶ Λαύρωνα πόλιν ἐφορῶντος αὐτοῦ Πομπηίου διήρπασε καὶ κατέσκαψεν. ἐκ δὲ τῆς πολιορκίας γυνή τις ἐνυβρίζοντος αὐτῇ τοῦ λαβόντος παρὰ φύσιν τοῖς δακτύλοις ἐξέτεμε τὰς ὄψεις· καὶ ὁ Σερτώριος τοῦ πάθους πυθόμενος τὴν σπεῖραν ὅλην, ἀγέρωχον ἐς τὰ τοιαῦτʼ εἶναι νομιζομένην, καίπερ οὖσαν Ῥωμαϊκὴν κατέκανε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme