Book 1
13.115
ὡς δὲ ἐφʼ ἕτερα τῆς Ἰβηρίας ὁ Μέτελλος ᾤχετο ʽοὐ γὰρ ἔτι δυσχερὲς ἐδόκει Περπένναν ἐπιτρέψαι μόνῳ Πομπηίᾠ, ἐπὶ μέν τινας ἡμέρας ἐγίγνοντο ἁψιμαχίαι καὶ ἀπόπειραι Πομπηίου καὶ Περπέννα, μὴ σαλευόντων ἄθρουν τὸν στρατόν, τῇ δεκάτῃ δὲ ἀγὼν αὐτοῖς μέγιστος ἐξερράγη. ἑνὶ γὰρ ἔργῳ κρίναντες διακριθῆναι, Πομπήιος μὲν τῆς Περπέννα στρατηγίας κατεφρόνει, Περπέννας δʼ ὡς οὐ πιστῷ χρησόμενος ἐς πολὺ τῷ στρατῷ, πάσῃ σχεδὸν τῇ δυνάμει συνεπλέκετο. ταχὺ δʼ ὁ Πομπήιος περιῆν ὡς οὔτε στρατηγοῦ διαφέροντος οὔτε προθύμου στρατοῦ. καὶ τροπῆς πάντων ὁμαλοῦς γενομένης ὁ μὲν Περπέννας ὑπὸ θάμνῳ πόας ἐκρύφθη, δεδιὼς τοὺς οἰκείους μᾶλλον τῶν πολεμίων· λαβόντες δʼ αὐτὸν ἱππέες τινες εἷλκον ἐς τὸν Πομπήιον, ἐπιβλασφημούμενον ὑπὸ τῶν ἰδίων ὡς αὐθέντην Σερτωρίου καὶ βοῶντα πολλὰ μηνύσειν τῷ Πομπηίῳ περὶ τῆς Ῥώμῃ στάσεως· ἔλεγε δὲ εἴτε ἀληθεύων εἴθʼ ἵνα σῶος ἀχθείη πρὸς αὐτόν. ὁ δὲ προπέμψας ἀπέκτεινεν αὐτόν, πρὶν ἐς ὄψιν ἐλθεῖν, δείσας ἄρα, μή τι μηνύσειεν ἀδόκητον καὶ ἑτέρων ἀρχὴ κακῶν ἐν Ῥώμῃ γένοιτο. καὶ ἔδοξεν ἐμφρόνως πάνυ τοῦθʼ ὁ Πομπήιος πρᾶξαι καὶ συνετέλεσεν αὐτῷ καὶ τόδε εἰς δόξαν ἀγαθήν. τέλος δʼ ἦν τοῦτο τῷ περὶ Ἰβηρίαν πολέμῳ, τὸ καὶ Σερτωρίῳ τοῦ βίου γενόμενον· δοκεῖ γὰρ οὐκ ἂν οὔτε ὀξέως οὔτε εὐμαρῶς οὕτως, ἔτι Σερτωρίου περιόντος, συντελεσθῆναι.