Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

18.129 ὁ μὲν δὴ τοιοῦτον αὐτοῖς οὐ περ Καίσαρος, ἀλλὰ περὶ σφῶν αὐτῶν δαλὸν ἐξάψας ἡσύχαζεν· οἱ δʼ εὐθὺς ἀνεπήδων ἀθρόοι μετὰ βοῆς, οὐκ ἀξιοῦντες ἐπὶ χειροτονίαις ἄλλαις οὐδʼ ἐπὶ τῷ δήμῳ γενέσθαι μᾶλλον ἢ βεβαίως ἔχειν, ἃ ἔλαβον. τοῖς δὲ καὶ ἡλικίας τι νεώτερον ἢ ἄλλη πρὸς χειροτονίαν ἐναντίωσις ὑποῦσα ἀνηρέθιζε. καὶ τῶνδε αὐτὸς ὁ ὕπατος ἐξῆρχε Δολοβέλλας· οὐ γὰρ αὐτῷ δυνατὸν ἐφαίνετο κατʼ ἔννομον χειροτονίαν ὑπατεῦσαι, πέντε καὶ εἴκοσιν ἐνιαυτῶν ὄντι. ὀξεῖα δὴ τοῦ χθὲς ὑποκριναμένου μετασχεῖν τῶν γεγονότων ἐγίγνετο μεταβολή, λοιδορουμένου τοῖς πολλοῖς, εἰ τοὺς ἀνδροφόνους τιμᾶν ἀξιοῦντες τοὺς ἄρχοντας σφῶν ἀτιμώσουσιν ἐς εὐπρέπειαν τῆς ἐκείνων σωτηρίας. οἱ δὲ αὐτόν τε τὸν Δολοβέλλαν καὶ τοὺς ἄλλους ἐπήλπιζον χάριν ἐκ τοῦ δήμου λαβόντες ἐς τὰς αὐτὰς ἀρχὰς ἀποφανεῖν αὐτίκα καὶ οὐκ ἀρχόντων ἀλλαγήν, ἀλλὰ μόνης ἔσεσθαι χειροτονίας ἐπὶ τὸ νομιμώτερον ἐκ τοῦ μοναρχικοῦ· ὃ καὶ κόσμον αὐτοῖς οἴσειν ἔν τε μοναρχίᾳ καὶ δημοκρατίᾳ τὰ ὅμοια προτιμωμένοις. καὶ τούτων ἔτι λεγομένων ἔνιοι τῶν στρατηγῶν τὰς ἐσθῆτας ἐπὶ ἐνέδρᾳ τῶν ἀντιλεγόντων ἀπετίθεντο, ὡς καὶ αὐτοὶ μετὰ τῶν ἄλλων αὐτὰς ἀντιληψόμενοι νομιμώτερον. τοῖς δὲ ἥ τε ἐνέδρα κατεφαίνετο, καὶ οὐδὲ κυρίους ἔτι τῆσδε τῆς χειροτονίας ἐσομένους ᾔδεσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme