Book 2
18.135
τοιαῦτα εἰπόντος τοῦ Ἀντωνίου σὺν ἀνατάσει τε καὶ ὁρμῇ βαρυτέρᾳ, γίγνεται δόγμα, ἡσυχαζόντων ἤδη καὶ ἀγαπώντων ἁπάντων, φόνου μὲν οὐκ εἶναι δίκας ἐπὶ τῷ Καίσαρι, κύρια δὲ εἶναι τὰ πεπραγμένα αὐτῷ πάντα καὶ ἐγνωσμένα, ἐπεὶ τῇ πόλει συμφέρει. ἐβιάσαντο γὰρ τόδε ἐς ἀσφάλειαν οἱ τῶν περισῳζομένων οἰκεῖοι προστεθῆναι μάλιστα, ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν. καὶ ὁ Ἀντώνιος αὐτοῖς ἐς τοῦτο ἐνέδωκεν. ἐψηφισμένων δὲ τούτων, ὅσοι τῶν κληρούχων ἡγεμόνες ἦσαν, ἠξίουν ἴδιον περὶ σφῶν ἐπὶ τῷ κοινῷ δόγμα ἕτερον γενέσθαι, βεβαιοῦν αὐτῶν τὰς κληρουχίας. καὶ οὐκ ἐκώλυεν ὁ Ἀντώνιος, ἐπιδεικνὺς τῇ βουλῇ τὸν φόβον. γίγνεται μὲν δὴ καὶ τοῦτο καὶ ἕτερον αὖ περὶ τῶν ἐξιόντων ἐπὶ τὰς ἀποικίας ὅμοιον· Λεύκιον δὲ Πείσωνα, ὅτῳ τὰς διαθήκας ὁ Καῖσαρ παρετίθετο, τοῦτον ἤδη τὸν τρόπον τῆς βουλῆς διαλελυμένης τινὲς περιστάντες παρεκάλουν μήτε τὰς διαθήκας προφέρειν μήτε θάπτειν τὸ σῶμα φανερῶς, μή τι νεώτερον ἕτερον ἐκ τούτων γένοιτο. καὶ οὐ πειθόμενον ἠπείλουν ἐσαγγέλλειν, ὅτι τὸν δῆμον οὐσίαν τηλικαύτην ἀφαιροῖτο γιγνομένην κοινήν, αὖθις ἄρα ἐνσημαινόμενοι τὴν τυραννίδα.
19.136
ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον καὶ τοὺς ὑπάτους ἔτι παροῦσάν οἱ τὴν βουλὴν ἀξιώσας συναγαγεῖν, εἶπεν· οἱ τύραννον λέγοντες ἕνα ἀνῃρηκέναι τοσοίδε ἡμῶν ἀνθʼ ἑνὸς ἤδη τυραννοῦσιν· οἳ θάπτειν με κωλύουσι τὸν ἀρχιερέα καὶ τὰς διαθήκας ἀπειλοῦσι προφέροντι καὶ τὴν οὐσίαν δημεύουσιν αὖθις ὡς τυράννου. καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν, οὐ Βροῦτος ἔτι οὐδὲ Κάσσιος, ἀλλʼ οἱ κἀκείνους ἐς τόνδε τὸν ὄλεθρον ἐκριπίσαντες. τῆς μὲν οὖν ταφῆς ὑμεῖς ἐστε κύριοι, τῶν δὲ διαθηκῶν ἐγώ· καὶ οὔποτε ἃ ἐπιστεύθην προδώσω, πρὶν κἀμέ τις ἐπανέλῃ. θορύβου δὲ καὶ ἀγανακτήσεως γενομένης παρὰ πάντων, καὶ μάλιστα τῶν τι καὶ ἐλπιζόντων ἐκ τῶν διαθηκῶν αὑτοῖς ἔσεσθαι, τάς τε διαθήκας ἐς τὸ μέσον ἔδοξε προφέρειν καὶ θάπτειν τὸν ἄνδρα δημοσίᾳ. καὶ ἐπὶ τοῖσδε ἡ βουλὴ διελύθη.