Book 2
19.141
οἱ δὲ ὑμῖν τὰ τῶν ὑμετέρων ὁμοεθνῶν διένεμον, τῶν ἐπὶ Κελτοὺς ὑμᾶς αὐτῷ Καίσαρι στρατευσάντων καὶ προπεμψάντων καὶ εὐξαμένων πολλὰ κατὰ τῶν ὑμετέρων νικητηρίων. καὶ συνῴκιζον ὑμᾶς ἐς ταῦτα ἀθρόους ὑπὸ σημείοις καὶ συντάξει στρατιωτικῇ, μήτε εἰρηνεύειν δυναμένους μήτε ἀδεεῖς εἶναι τῶν ἐξελαθέντων· ὁ γὰρ ἀλώμενος καὶ τῶν ὄντων ἀφῃρημένος ἔμελλεν ὑμῖν περιπολῶν ἐφεδρεύειν καιροφυλακῶν. τοῦτο δʼ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλʼ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης· εὔνοια γὰρ ἐς τυράννους γίγνεται δορυφόρων ἐκ τοῦ συναδικεῖν καὶ συνδεδιέναι. καὶ τοῦτο, ὦ θεοί, συνοικισμὸν ἐκάλουν, ᾧ θρῆνος ὁμοφύλων ἀνδρῶν ἐπῆν καὶ ἀνάστασις οὐδὲν ἀδικούντων.
19.141
ἀλλʼ ἐκεῖνοι μὲν ὑμᾶς ἐξεπίτηδες ἐχθροὺς ἐποίουν τοῖς ὁμοεθνέσιν ὑπὲρ τοῦ σφετέρου συμφέροντος· ἡμεῖς δέ, οὓς οἱ νῦν τῆς πατρίδος προστάται φασὶν ἐλέῳ περισῴζειν, τήν τε γῆν ὑμῖν τήνδε αὐτὴν ἐσαεὶ βεβαιοῦμεν καὶ βεβαιώσομεν καὶ μάρτυρα τὸν θεὸν τῶνδε ποιούμεθα. καὶ ἔχετε καὶ ἕξετε, ἃ εἰλήφατε· καὶ οὐ μή τις ὑμᾶς ἀφέληται ταῦτα, οὐ Βροῦτος, οὐ Κάσσιος, οὐχ οἵδε πάντες, οἳ τῆς ὑμετέρας ἐλευθερίας προεκινδυνεύσαμεν. ὃ δʼ ἐν τῷ ἔργῳ μόνον ἐστὶν ἐπίμεμπτον, ἰασόμεθα ἡμεῖς, διαλλακτήριον ὑμῖν ἅμα ἐς τοὺς ὁμοεθνεῖς ἐσόμενον καὶ ἥδιστον ἤδη πυθομένοις. οἷς τὴν τιμὴν τῆσδε τῆς γῆς τοῖς ἀφῃρημένοις ἡμεῖς ἐκ τῶν δημοσίων χρημάτων εὐθὺς ἐκ πρώτης ἀφορμῆς ἀποδώσομεν, ἵνα μὴ βέβαιον ἔχητε μόνον ὑμεῖς τὴν κληρουχίαν, ἀλλὰ καὶ ἄφθονον.