Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

20.144 Οὐκ ἄξιον, ὦ πολῖται, τοσοῦδε ἀνδρὸς ἐπιτάφιον ἔπαινον παρʼ ἐμοῦ μᾶλλον, ἑνὸς ὄντος, ἢ παρὰ τῆς πατρίδος ὅλης αὐτῷ γενέσθαι. ὅσα δὴ τῆς ἀρετῆς αὐτὸν ὑμεῖς ἀγάμενοι πάντες ὁμαλῶς, ἥ τε βουλὴ καὶ μετὰ αὐτῆς ὁ δῆμος, ἔτι περιόντι ἐψηφίσασθε, ὑμετέραν καὶ οὐκ Ἀντωνίου τάδε φωνὴν εἶναι τιθέμενος ἀναγνώσομαι. καὶ ἀνεγίνωσκε τῷ μὲν προσώπῳ σοβαρῷ καὶ σκυθρωπῷ, τῇ φωνῇ δʼ ἐνσημαινόμενος ἕκαστα καὶ ἐφιστάμενος, οἷς μάλιστα αὐτὸν ἐν τῷ ψηφίσματι ἐξεθείαζον, ἱερὸν καὶ ἄσυλον ἢ πατέρα πατρίδος ἢ εὐεργέτην ἢ προστάτην οἷον οὐχ ἕτερον ὀνομάζοντες. ἐφʼ ἑκάστῳ δὲ τούτων ὁ Ἀντώνιος τὴν ὄψιν καὶ τὴν χεῖρα ἐς τὸ σῶμα τοῦ Καίσαρος ἐπιστρέφων ἐν παραβολῇ τοῦ λόγου τὸ ἔργον ἐπεδείκνυ. ἐπεφθέγγετο δέ πού τι καὶ βραχὺ ἑκάστῳ, μεμιγμένον οἴκτῳ καὶ ἀγανακτήσει, ἔνθα μὲν τὸ ψήφισμα εἴποι ʼπατέρα πατρίδος,ʼ ἐπιλέγων· τοῦτο ἐπιεικείας ἐστὶ μαρτυρία, ἔνθα δʼ ἦν ʽἱερὸς καὶ ἄσυλοσʼ καὶ ʼἀπαθὴς καὶ ὅστις αὐτῷ καὶ ἕτερος προσφύγοι,ʼ οὐχ ἕτερος, ἔφη, τῷδε προσφεύγων, ἀλλʼ αὐτὸς ὑμῖν ὁ ἄσυλος καὶ ἱερὸς ἀνῄρηται, οὐ βιασάμενος οἷα τύραννος λαβεῖν τάσδε τὰς τιμάς, ἃς οὐδὲ ᾔτησεν. ἀνελευθερώτατοι δὲ ἄρα ἡμεῖς, οἳ τοιάδε τοῖς ἀναξίοις οὐδὲ αἰτοῦσι δίδομεν. ἀλλʼ ὑμεῖς ἡμῶν ὑπεραπολογεῖσθε ὡς οὐκ ἀνελευθέρων, ὦ πιστοὶ πολῖται, τοιαύτῃ καὶ νῦν πρὸς τεθνεῶτα χρώμενοι τιμῇ.
20.145 καὶ αὖθις ἀνεγίνωσκε τοὺς ὅρκους, ἦ μὴν φυλάξειν Καίσαρα καὶ τὸ Καίσαρος σῶμα παντὶ σθένει πάντας ἤ, εἴ τις ἐπιβουλεύσειεν, ἐξώλεις εἶναι τοὺς οὐκ ἀμύναντας αὐτῷ. ἐφʼ ὅτῳ δὴ μάλιστα τὴν φωνὴν ἐπιτείνας καὶ τὴν χεῖρα ἐς τὸ Καπιτώλιον ἀνασχών, ἐγὼ μέν, εἶπεν, ὦ Ζεῦ πάτριε καὶ θεοί, ἕτοιμος ἀμύνειν ὡς ὤμοσα καὶ ἠρασάμην· ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι. θορύβου δʼ ἐκ τῆς βουλῆς ἐπὶ τῷδε μάλιστα προφανῶς ἐς αὐτὴν εἰρημένῳ γενομένου, ἐπικαταψήχων αὐτὴν ὁ Ἀντώνιος καὶ παλινῳδῶν ἔφη·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme