Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

3.17 ὁ δὲ Καῖσαρ ἔν τε Κελτοῖς καὶ Βρεττανοῖς πολλὰ καὶ λαμπρὰ εἰργασμένος, ὅσα μοι περὶ Κελτῶν λέγοντι εἴρηται, πλούτου γέμων ἐς τὴν ὅμορον τῇ Ἰταλίᾳ Γαλατίαν, τὴν ἀμφὶ τὸν Ἠριδανὸν ποταμόν, ἧκεν, ἐκ συνεχοῦς πολέμου τὸν στρατὸν ἀναπαύσων ἐπʼ ὀλίγον. ὅθεν αὐτῷ περιπέμποντι ἐς Ῥώμην πολλὰ πολλοῖς χρήματα αἵ τε ἐτήσιοι ἀρχαὶ παρὰ μέρος ἀπήντων καὶ οἱ ἄλλως ἐπιφανεῖς ὅσοι τε ἐς ἡγεμονίας ἐθνῶν ἢ στρατοπέδων ἐξῄεσαν, ὡς ἑκατὸν μέν ποτε καὶ εἴκοσι ῥάβδους ἀμφʼ αὐτὸν γενέσθαι, βουλευτὰς δὲ πλείους διακοσίων, τοὺς μὲν ἀμειβομένους ὑπὲρ τῶν ἤδη γεγονότων, τοὺς δὲ χρηματιουμένους, τοὺς δʼ ἄλλο τι τοιουτότροπον αὑτοῖς ἐξεργασομένους. πάντα γὰρ ἤδη διὰ τούτου ἐπράσσετο στρατιᾶς τε πολλῆς οὕνεκα καὶ δυνάμεως χρημάτων καὶ σπουδῆς ἐς ἅπαντας φιλανθρώπου. ἀφίκοντο δʼ αὐτῷ καὶ Πομπήιος καὶ Κράσσος, οἱ κοινωνοὶ τῆς δυναστείας. καὶ αὐτοῖς βουλευομένοις ἔδοξε Πομπήιον μὲν καὶ Κράσσον αὖθις ὑπατεῦσαι, Καίσαρι δʼ ἐς τὴν ἡγεμονίαν ὧν εἶχεν ἐθνῶν, ἄλλην ἐπιψηφισθῆναι πενταετίαν.
3.17 ὧδε μὲν ἀπʼ ἀλλήλων διεκρίθησαν, Πομπηίῳ δʼ ἐς τὴν ὑπατείαν ἀντιπαρήγγελλε Δομίτιος Αἰνόβαρβος· καὶ τῆς κυρίας ἡμέρας ἄμφω κατῄεσαν ἔτι νυκτὸς ἐς τὸ πεδίον ἐς τὴν χειροτονίαν. τῶν δʼ ἀμφʼ αὐτοὺς ἔριδες ἦσαν καὶ συνεπλέκοντο, μέχρι τις τὸν Δομιτίου δᾳδοῦχον ἐπάταξε ξίφει. καὶ φυγὴ μετὰ τοῦτο ἦν, Δομίτιός τε αὐτὸς ἐς τὴν οἰκίαν διεσῴζετο μόλις, καὶ Πομπηίου τὴν ἐσθῆτά τινες ᾑμαγμένην ἔφερον οἴκαδε. παρὰ τοσοῦτον ἑκάτερος ἦλθε κινδύνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme