Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

4.25 τῶν δὲ φυγάδων ἐς τὸν Καίσαρα ἰόντων ἀθρόων καὶ παραινούντων φυλάσσεσθαι τὸν Πομπήιον ὡς τὸν νόμον τοῦ δεκασμοῦ μάλιστα θέμενον ἐπʼ ἐκείνῳ, τούσδε μὲν ὁ Καῖσαρ παρηγόρει καὶ τὸν Πομπήιον εὐφήμει, τοὺς δὲ δημάρχους ἔπεισεν εἰσηγήσασθαι νόμον ἐξεῖναι Καίσαρι δευτέραν ὑπατείαν ἀπόντι μετιέναι. καὶ τοῦθʼ ὑπατεύοντος ἔτι τοῦ Πομπηίου καὶ οὐδὲν ἀντειπόντος ἐκεκύρωτο. ὁ δὲ Καῖσαρ ἀντιπράξειν τὴν βουλὴν ὑπονοῶν ἐδεδοίκει μὲν ὑπὸ τοῖς ἐχθροῖς ἰδιώτης γενέσθαι, ἐτέχναζε δὲ ἐπὶ δυνάμεως εἶναι, μέχρι ὕπατος ἀποδειχθείη, καὶ τὴν βουλὴν ᾔτει χρόνον ἄλλον ὀλίγον ἐς τὴν παροῦσάν οἱ τῆς Γαλατίας ἡγεμονίαν ἢ ἐς μέρος αὐτῆς ἐπιλαβεῖν. διακωλύσαντος δὲ Μαρκέλλου, ὃς ἐπὶ τῷ Πομπηίῳ ὕπατος ἦν, φασὶ τὸν Καίσαρα τῷ μηνύοντι ἀποκρίνασθαι, κόπτοντα τὴν λαβὴν τοῦ ξίφους· ἥδε μοι δώσει.
4.26 πόλιν δὲ Νεόκωμον ὁ Καῖσαρ ἐς Λατίου δίκαιον ἐπὶ τῶν Ἄλπεων ᾠκίκει, ὧν ὅσοι κατʼ ἔτος ἦρχον, ἐγίγνοντο Ῥωμαίων πολῖται· τόδε γὰρ ἰσχύει τὸ Λάτιον. τῶν οὖν Νεοκώμων τινά, ἄρχοντά τε αὐτοῖς γενόμενον καὶ παρὰ τοῦτο Ῥωμαῖον εἶναι νομιζόμενον, ὁ Μάρκελλος ἐφʼ ὕβρει τοῦ Καίσαρος ἔξηνε ῥάβδοις ἐφʼ ὁτῳδή, οὐ πασχόντων τοῦτο Ῥωμαίων· καὶ τὸν νοῦν ὑπὸ ὀργῆς ἀνεκάλυπτε, τὰς πληγὰς εἶναι ξενίας σύμβολον. καὶ φέρειν αὐτὰς ἐκέλευε καὶ δεικνύναι τῷ Καίσαρι. οὕτω μὲν ὑβριστικῶς ὁ Μάρκελλος, εἰσηγεῖτο δὲ ἤδη καὶ διαδόχους αὐτῷ πέμπειν ἐπὶ τὰ ἔθνη, προαφαιρῶν τοῦ χρόνου· ἀλλὰ διεκώλυσεν ὁ Πομπήιος εὐπρεπείᾳ τε λόγου καὶ εὐνοίας ὑποκρίσει, μὴ δεῖν ἄνδρα λαμπρὸν καὶ ἐς πολλὰ χρήσιμον τῇ πατρίδι γενόμενον ὑβρίζειν βραχεῖ διαστήματι χρόνου, καὶ δῆλον ἐποίησεν, ὅτι χρὴ μετὰ τὸν χρόνον παραλύειν τῆς ἀρχῆς αὐτίκα τὸν Καίσαρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme