Book 2
4.28
ὁ δὲ Πομπήιος νοσηλευόμενος περὶ τὴν Ἰταλίαν ἐπέστελλε τῇ βουλῇ σὺν τέχνῃ, τά τε ἔργα τοῦ Καίσαρος ἐπαινῶν καὶ τὰ ἴδια ἐξ ἀρχῆς καταλέγων ὅτι τε τῆς τρίτης ὑπατείας καὶ ἐθνῶν τῶν ἐπʼ αὐτῇ καὶ στρατοῦ δοθέντος οὐ μετιών, ἀλλʼ ἐς θεραπείαν τῆς πόλεως ἐπικληθεὶς ἀξιωθείη· ἃ δὲ ἄκων ἔφη λαβεῖν, ἑκὼν ἀποθήσομαι τοῖς ἀπολαβεῖν θέλουσιν, οὐκ ἀναμένων τοὺς χρόνους τοὺς ὡρισμένους. ἡ μὲν δὴ τέχνη τῶν γεγραμμένων εἶχεν εὐπρέπειάν τε τῷ Πομπηίῳ καὶ ἐρέθισμα κατὰ τοῦ Καίσαρος, οὐκ ἀποδιδόντος τὴν ἀρχὴν οὐδʼ ἐν τῷ νεμομισμένῳ χρόνῳ· ἀφικόμενος δʼ ἄλλα τε τούτοις ὅμοια ἔλεγε καὶ τὴν ἀρχὴν καὶ τότε ὑπισχνεῖτο ἀποθήσεσθαι. ὡς δὲ δὴ φίλος καὶ κηδεστὴς γενόμενος Καίσαρι, κἀκεῖνον ἔλεγε μάλα χαίροντα ἀποθήσεσθαι· χρόνιόν τε γὰρ αὐτῷ τὴν στρατείαν καὶ ἐπίπονον κατὰ ἐθνῶν μαχιμωτάτων γεγονέναι καὶ πολλὰ τῇ πατρίδι προσλαβόντα ἐπὶ τιμὰς καὶ θυσίας ἥξειν καὶ ἀναπαύσεις. ἔλεγε δὲ ταῦθʼ ὡς Καίσαρι μὲν αὐτίκα δοθησομένων διαδόχων, αὐτὸς δʼ ἐσόμενος ἐν ὑποσχέσει μόνῃ. Κουρίων δὲ αὐτοῦ τὸ σόφισμα διελέγχων οὐχ ὑπισχνεῖσθαι δεῖν ἔφη μᾶλλον ἢ αὐτίκα ἀποθέσθαι οὐδʼ ἐξοπλίζειν Καίσαρα τῆς στρατιᾶς, πρὶν καὶ αὐτὸν ἰδιωτεῦσαι· οὔτε γὰρ ἐς τὴν ἰδίαν ἔχθραν ἐκείνῳ λυσιτελεῖν οὔτε Ῥωμαίοις, ὑφʼ ἑνὶ τηλικαύτην ἀρχὴν γενέσθαι μᾶλλον ἢ τὸν ἕτερον αὐτῶν ἔχειν ἐπὶ τὸν ἕτερον, εἴ τι τὴν πόλιν καταβιάζοιτο. οὐδέν τε ἐπικρύπτων ἔτι ἀφειδῶς ἐς τὸν Πομπήιον ἐβλασφήμει ὡς τυραννίδος ἐφιέμενον καί, εἰ μὴ νῦν σὺν φόβῳ τῷ Καίσαρος ἀποθοῖτο τὴν ἀρχήν, οὔποτε μεθήσοντα. ἠξίου δʼ, ἂν ἀπειθῶσιν, ἄμφω ψηφίζεσθαι πολεμίους καὶ στρατὸν ἀγείρειν ἐπʼ αὐτούς· ᾧ δὴ καὶ μάλιστα ἔλαθεν ὑπὸ Καίσαρος ἐωνημένος.