Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

6.40 καὶ Πομπήιος μὲν ὧδε μετὰ τοῦ στρατοῦ παντὸς ἐς Ἤπειρον ἐκλιπὼν τὴν Ἰταλίαν διεπέρα· ὁ δὲ Καῖσαρ ἠπόρει μέν, ὅπῃ τραπείη καὶ ὅθεν ἄρξαιτο τοῦ πολέμου, τὴν ὁρμὴν πανταχόθεν οὖσαν ἐς τὸν Πομπήιον ὁρῶν, δείσας δὲ τοῦ Πομπηίου τὸν ἐν Ἰβηρίᾳ στρατόν, πολύν τε ὄντα καὶ χρόνῳ γεγυμνασμένον, μή οἱ διώκοντι τὸν Πομπήιον κατόπιν ἐπιγένοιτο, τόνδε μὲν αὐτὸς ἔγνω προκαθελεῖν ἐς Ἰβηρίαν ἐλάσας, τὴν δὲ δύναμιν ἐς πέντʼ ἐπιδιῄρει. καὶ τοὺς μὲν ἐν τῷ Βρεντεσίῳ, τοὺς δʼ ἐν Ὑδροῦντι κατέλιπε, τοὺς δʼ ἐν Τάραντι, φύλακας εἶναι τῆς Ἰταλίας. ἑτέρους δʼ ἔπεμπεν ἅμα Κοΐντῳ Οὐαλερίῳ, Σαρδὼ τὴν νῆσον καταλαβεῖν πυροφοροῦσαν· καὶ κατέλαβον. Ἀσίνιός τε Πολλίων ἐς Σικελίαν πεμφθείς, ἧς ἡγεῖτο Κάτων, πυνθανομένῳ τῷ Κάτωνι, πότερα τῆς βουλῆς ἢ τοῦ δήμου δόγμα φέρων ἐς ἀλλοτρίαν ἀρχὴν ἐμβάλλοι, ὧδε ἀπεκρίνατο· ὁ τῆς Ἰταλίας κρατῶν ἐπὶ ταῦτά με ἔπεμψε.
6.41 καὶ Κάτων μὲν τοσόνδε ἀποκρινάμενος, ὅτι φειδοῖ τῶν ὑπηκόων οὐκ ἐνταῦθα αὐτὸν ἀμυνεῖται, διέπλευσεν ἐς Κέρκυραν καὶ ἐκ Κερκύρας ἐς Πομπήιον· ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἐπειχθεὶς τόν τε δῆμον, ἐκ μνήμης τῶν ἐπὶ Σύλλα καὶ Μαρίου κακῶν πεφρικότα, ἐλπίσι καὶ ὑποσχέσεσι πολλαῖς ἀνελάμβανε καὶ τοῖς ἐχθροῖς ἐνσημαινόμενος φιλανθρωπίαν εἶπεν, ὅτι καὶ Λεύκιον Δομίτιον ἑλὼν ἀπαθῆ μεθείη μετὰ τῶν χρημάτων· τὰ δὲ κλεῖθρα τῶν δημοσίων ταμιείων ἐξέκοπτε καὶ τῶν δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι θάνατον ἠπείλει. τῶν τε ἀψαύστων ἐκίνει χρημάτων, ἅ φασιν ἐπὶ Κελτοῖς πάλαι σὺν ἀρᾷ δημοσίᾳ τεθῆναι, μὴ σαλεύειν ἐς μηδέν, εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι. ὁ δὲ ἔφη Κελτοὺς αὐτὸς ἐς τὸ ἀσφαλέστατον ἑλὼν λελυκέναι τῇ πόλει τὴν ἀράν. Λέπιδον δὲ Αἰμίλιον ἐφίστη τῇ πόλει καὶ τὸν δήμαρχον Μᾶρκον Ἀντώνιον τῇ Ἰταλίᾳ καὶ τῷ περὶ αὐτὴν στρατῷ. ἔς τε τὰ ἔξω Κουρίωνα μὲν ἀντὶ Κάτωνος ἡρεῖτο ἡγεῖσθαι Σικελίας, Κόιντον δὲ Σαρδοῦς, καὶ ἐς τὴν Ἰλλυρίδα Γάιον Ἀντώνιον ἔπεμπε καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεπε Λικινίῳ Κράσσῳ. ἐκέλευσε δὲ καὶ νεῶν στόλους δύο γίγνεσθαι κατὰ σπουδήν, ἀμφί τε τὸν Ἰόνιον καὶ περὶ τὴν Τυρρηνίαν· καὶ ναυάρχους αὐτοῖς ἔτι γιγνομένοις ἐπέστησεν Ὁρτήσιόν τε καὶ Δολοβέλλαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme