Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

8.51 ἐγὼ δʼ οὐκ ἐξέλιπον οὐδʼ ἂν ἐκλίποιμι τὸν μεθʼ ὑμῶν καὶ ὑπὲρ ὑμῶν ἀγῶνα, ἀλλὰ καὶ στρατιώτην ἐμαυτὸν ὑμῖν καὶ στρατηγὸν ἐπιδίδωμι καί, εἴ τις ἔστι μοι πολέμων ἐμπειρία καὶ τύχη ἀηττήτῳ μέχρι νῦν γενομένῳ, καὶ τάδε μοι πάντα τοὺς θεοὺς ἐς τὰ παρόντα συνενεγκεῖν εὔχομαι καὶ γενέσθαι τῇ πατρίδι κινδυνευούσῃ καθὰ καὶ περικτωμένῃ τὴν ἡγεμονίαν αἴσιος. θαρρεῖν δὲ χρὴ τοῖς τε θεοῖς καὶ αὐτῷ τῷ λογισμῷ τοῦ πολέμου, καλὴν καὶ δικαίαν ἔχοντι φιλοτιμίαν ὑπὲρ πατρίου πολιτείας, ἐπὶ δὲ τούτῳ, τῷ πλήθει τῆς παρασκευῆς τῷ τε νῦν ὄντι ἡμῖν κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῷ γιγνομένῳ τε ἀεὶ καὶ προσεσομένῳ μᾶλλον, ἐπειδὰν τῶν ἔργων ἁψώμεθα. ὅσα γὰρ εἰπεῖν ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἔθνη, πάντα, ἑλληνικά τε καὶ βάρβαρα, ἡμῖν σύνεστι· καὶ βασιλέες, ὅσοι Ῥωμαίοις ἢ ἐμοὶ φίλοι, στρατιὰν καὶ βέλη καὶ ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν χορηγοῦσιν. ἴτε οὖν ἐπὶ τὸ ἔργον ἀξίως τῆς τε πατρίδος καὶ ὑμῶν αὐτῶν καὶ ἐμοῦ, καὶ τῆς Καίσαρος ὕβρεως μνημονεύοντες καὶ ὀξέως ἐς τὰ παραγγελλόμενα χωροῦντες.
8.52 ὁ μὲν ὧδε εἶπεν, ὁ δὲ στρατὸς ἅπας καὶ ὅσοι ἦσαν ἀμφʼ αὐτὸν ἀπὸ τῆς βουλῆς, πολὺ καὶ γνωριμώτατον πλῆθος, εὐφήμουν ὁμοῦ καὶ ἐκέλευον ἄγειν, ἐφʼ ὅ τι χρῄζοι. ὁ δέ ʽἡγεῖτο γάρ, δυσχεροῦς ἔτι τῆς ὥρας οὔσης καὶ τῆς θαλάσσης ἀλιμένου, μετὰ χειμῶνα ἐπιπλευσεῖσθαι τὸν Καίσαρα ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαἰ τοῖς μὲν ναυάρχοις προσέταττεν ἐπιτηρεῖν τὴν θάλασσαν, τὸν δὲ στρατὸν ἐς χειμασίαν ἐπιδιῄρει καὶ περιέπεμπεν ἔς τε Θεσσαλίαν καὶ Μακεδονίαν.
8.52 καὶ Πομπήιος μὲν οὕτω τοῦ μέλλοντος ἀμελῶς ἐτεκμαίρετο, ὁ δὲ Καῖσαρ, ὥς μοι προείρητο, περὶ χειμερίους τροπὰς ἐς τὸ Βρεντέσιον ἠπείγετο, νομίζων τῷ ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme