Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

8.56 τοιαῦτα δὲ ἑκατέρων κακοπαθούντων προύλαβεν ὅμως ὁ Πομπήιος τὸ Δυρράχιον καὶ παρʼ αὐτὸ ἐστρατοπέδευσεν. ναῦς τε ἐπιπέμψας Ὤρικον αὖθις εἷλε καὶ τὴν θάλασσαν ἀκριβεστέραις φρουραῖς ἐφύλασσεν. ὁ δὲ Καῖσαρ τοῦ Πομπηίου τὸν Ἄλωρα ποταμὸν ἐν μέσῳ θέμενος ἐστρατοπέδευσε. καὶ τὸν ποταμὸν διαβαίνοντες ἱππομάχουν ἀλλήλοις ἀνὰ μέρη, ἀθρόοις δὲ τοῖς στρατοῖς οὐ συνεπλέκοντο, Πομπήιος μὲν ἔτι γυμνάζων τοὺς νεοστρατεύτους, ὁ δὲ Καῖσαρ τοὺς ἐκ Βρεντεσίου περιμένων. νομίσας δʼ ἔαρος μὲν αὐτοὺς ἐπὶ ὁλκάδων διαπλέοντας οὐ λήσειν τὰς τοῦ Πομπηίου τριήρεις θαμινὰ ἐς φυλακὴν ἀναπλεούσας, χειμῶνος δʼ εἰ παραβάλλοιντο, ναυλοχούντων ἐς νήσους τῶν πολεμίων, λαθεῖν ἂν αὐτοὺς ἴσως ἢ καὶ βιάσασθαι μεγέθει τε νεῶν καὶ πνεύματι, μετεπέμπετο κατὰ σπουδήν. οὐκ ἀναγομένων δʼ ἐκείνων αὐτὸς ἔκρινεν ἐπὶ τὴν στρατιὰν διαπλεῦσαι λαθών, ὡς οὔ τινος αὐτὴν ἄλλου ῥᾳδίως ἐπαξομένου. καὶ τὸ βούλευμα ἐπικρύψας ἔπεμπε τρεῖς θεράποντας ἐπὶ τὸν ποταμὸν ἀπὸ δυώδεκα σταδίων ὄντα, οἳ κελήτιον ὀξὺ καὶ κυβερνήτην τὸν ἄριστον ὡς δή τινι πεμπομένῳ πρὸς Καίσαρος ἔμελλον ἑτοιμάσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme