Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

9.58 οὕτω μὲν ἀντὶ λογισμῶν ὁ Καῖσαρ ἐπεποίθει τῇ τύχῃ. τάδε οὖν ὁ Πομπήιος προλαβεῖν ἐπειγόμενος ἐς μάχην διεσκευασμένος ἐπῄει. καὶ δύο αὐτοῦ στρατιωτῶν ἐν μέσῳ τὸν ποταμὸν ἐρευνωμένων, ᾗ μάλιστα εἴη διαβατός, τῶν τις Καίσαρος εἷς ἐπιδραμὼν τοὺς δύο ἀνεῖλε. καὶ ὁ Πομπήιος ἀνεζεύξεν, οὐκ αἴσιον τὸ συμβὰν ἡγούμενος. αἰτίαν δʼ εἶχε παρὰ πᾶσι καιρὸν ἄριστον ἐκλιπεῖν.
9.59 Ποστούμιον δὲ διαπλεύσαντος ἐς τὸ Βρεντέσιον, ὁ μὲν Γαβίνιος οὐχ ὑποστὰς τὸ πρόσταγμα ἦγε τοὺς βουλομένους διὰ τῆς Ἰλλυρίδος, οὐδαμοῦ διαναπαύων· καὶ ἀνῃρέθησαν ὑπὸ τῶν Ἰλλυριῶν σχεδὸν ἅπαντες, καὶ ὁ Καίσαρ ἤνεγκεν ὑπʼ ἀσχολίας. ὁ δʼ Ἀντώνιος τοὺς ἑτέρους ἐπὶ τὰς ναῦς ἐπιβήσας Ἀπολλωνίαν μὲν παρέπλευσεν, ἱστίοις μεστοῖς ἐπιπνέοντος ἀνέμου· χαλάσαντος δὲ τοῦ πνεύματος περὶ μεσημβρίαν εἴκοσι τοῦ Πομπηίου νῆες, ἐπʼ ἔρευναν τῆς θαλάσσης ἀναχθεῖσαι, καθορῶσι τοὺς πολεμίους καὶ ἐδίωκον. τοῖς δὲ ὡς ἐν γαλήνῃ δέος ἦν πολύ, μὴ σφᾶς ἀνατρήσειαν ἢ καταδύσειαν αἱ μακραὶ τοῖς ἐμβόλοις· καὶ τὰ εἰκότα παρεσκεύαζοντο, σφενδόναι τε ἠφίεντο ἤδη καὶ βέλη. καὶ ὁ ἄνεμος ἄφνω μείζων ἢ πρότερον ἐπέρραξεν. αἱ μὲν δὴ μεγάλοις αὖθις ἱστίοις ἐξ ἀέλπτου τὸ πνεῦμα ἐδέχοντο καὶ διέπλεον ἀδεῶς· αἱ δʼ ἀπελείποντο, ῥοθίῳ καὶ πνεύματι καὶ θαλάσσῃ κοίλῃ κακοπαθοῦσαι. καὶ μόλις ἐς ἀλίμενα καὶ πετρώδη διερρίφησαν, δύο τινὰς ἐς τέλμα τῶν Καίσαρος κατενεχθείσας ἑλοῦσαι. Ἀντώνιος δὲ ταῖς λοιπαῖς ἐς τὸ καλούμενον Νυμφαῖον κατήχθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme