Book 2
10.63
ὁ δὲ Πομπήιος τήν τε νίκην ὑπερεπαίρων ἐπέστελλε βασιλεῦσι καὶ πόλεσι πάσαις καὶ τὸν στρατὸν αὐτίκα τὸν Καίσαρος ἤλπιζε πρὸς ἑαυτὸν μεταβαλεῖσθαι, λιμῷ τε πεπιεσμένον καὶ ὑπὸ τῆς ἥττης καταπεπληγμένον, μάλιστα δὲ τοὺς ἡγεμόνας αὐτοῦ, τὸ σφέτερον ἁμάρτημα φοβουμένους. οἱ δέ, θεοῦ σφᾶς ἐπὶ μετάνοιαν ἄγοντος, τὸ ἁμάρτημα ᾐδοῦντο καὶ τοῦ Καίσαρος αὐτοῖς ἐπιμεμφομένου τε πράως καὶ συγγνώμην διδόντος ἔτι μᾶλλον ἠρεθίζοντο καθʼ ἑαυτῶν καὶ ἐκ παραδόξου μεταβολῆς ἐκέλευον τῷ πατρίῳ νόμῳ διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν. οὐ πειθομένου δὲ τοῦ Καίσαρος μᾶλλον ᾐδοῦντο καὶ συνεγίνωσκον αὐτὸν οὐκ ἀξίως ὑπὸ σφῶν ἠδικῆσθαι καὶ τοὺς φέροντας τὰ σημεῖα κτείνειν ἐπεβόων, ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη. ὡς δὲ ὁ Καῖσαρ οὐδὲ τοῦτʼ ἀνασχόμενος ὀλίγους μόλις ἐκόλασεν, αὐτίκα πᾶσιν. αὐτοῦ πρὸς τὴν μετριοπάθειαν ὁρμὴ τοσήδε ἐνέπιπτεν, ὡς εὐθὺς αὐτὸν ἄγειν ἀξιοῦν ἐπὶ τοὺς πολεμίους· καὶ ἐνέκειντο σφόδρα προθύμως, παρακαλοῦντές τε καὶ ὑπισχνούμενοι διορθώσεσθαι τὸ ἁμάρτημα νίκῃ καλῇ· κατά τε σφᾶς ἐπιστρεφόμενοι πρὸς ἀλλήλους ἰλαδὸν κατὰ μέρη συνώμνυντο, ἐφορῶντος αὐτοῦ Καίσαρος, μὴ ἐπανήξειν ἐκ τῆς μάχης, εἰ μὴ κρατοῖεν.
10.64
ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ· ὁ δʼ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν ἡ παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι ἐς ὁμοίας ἀπορίας.