Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

10.66 ἀγορὰ δὲ Πομπηίῳ μὲν ἦν πανταχόθεν· οὕτω γὰρ αὐτῷ προδιῴκηντο καὶ ὁδοὶ καὶ λιμένες καὶ φρούρια, ὡς ἔκ τε γῆς αἰεὶ φέρεσθαι καὶ διὰ θαλάσσης πάντα ἄνεμον αὐτῷ φέρειν· Καῖσαρ δὲ μόνον εἶχεν, ὅ τι μόλις εὕροι καὶ λάβοι κακοπαθῶν. καὶ οὐδʼ ὣς αὐτὸν ἀπέλιπεν οὐδείς, ἀλλὰ σπουδῇ δαιμονίῳ συνενεχθῆναι τοῖς πολεμίοις ὠρέγοντο καὶ ἡγοῦντο πολέμῳ μὲν εἶναι παρὰ πολὺ ἀμείνους νεοστρατεύτων ἔτι ὄντων δέκα ἔτεσιν ἠσκημένοι, εἰς δὲ ταφρείας ἢ περιτειχίσεις ἢ σιτολογίας ἐπιπόνους ἀσθενέστεροι διὰ γῆρας· ὅλως τε κάμνουσιν αὐτοῖς ἐδόκει δρᾶν τι μετʼ ἀργίας ἢ λιμῷ διαφθαρῆναι. ὧν ὁ Πομπήιος αἰσθανόμενος ἐπικίνδυνον μὲν ἡγεῖτο γεγυμνασμένοις καὶ ἀπογινώσκουσιν αὑτῶν ἀνδράσι καὶ τύχῃ Καίσαρος λαμπρᾷ περὶ τῶν ὅλων συνενεχθῆναι διʼ ἑνὸς ἔργου, δυνατώτερον δὲ καὶ ἀκινδυνοτερον ἐκτρῦσαι ταῖς ἀπορίαις αὐτοὺς οὔτε γῆς εὐπόρου κρατοῦντας οὔτε θαλάσσῃ χρωμένους οὔτε ναῦς ἐς φυγὴν ταχεῖαν ἔχοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme