Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

10.67 ὁ μὲν δὴ κρατίστῳ λογισμῷ τρίβειν τὸν πόλεμον ἐγνώκει, καὶ ἐς λοιμὸν ἐκ λιμοῦ τοὺς πολεμίους περιφέρειν· πολὺ δʼ ἀμφʼ αὐτὸν πλῆθος ἀνδρῶν ἀπό τε τῆς βουλῆς ὁμοτίμων οἱ καὶ τῶν καλουμένων ἱππέων οἱ διαφανέστατοι βασιλέες τε πολλοὶ καὶ δυνάσται, οἱ μὲν ὑπʼ ἀπειρίας, οἱ δʼ ἀμέτρως τοῖς περὶ τὸ Δυρράχιον εὐπραγήμασιν ἐπηρμένοι, εἰσὶ δʼ οἳ καὶ τῷ πλέονες εἶναι τῶν πολεμίων, οἱ δὲ καὶ κάμνοντες ὅλως τῷ πολέμῳ τὴν κρίσιν ταχυτέραν μᾶλλον ἢ πρέπουσαν ἐπειγόμενοι γενέσθαι, πάντες ἐξώτρυνον αὐτὸν ἐς τὴν μάχην, ἐπιδεικνύοντες αἰεὶ τὸν Καίσαρα παρατάττοντά τε καὶ προκαλούμενον. ὁ δʼ ἐξ αὐτοῦ μάλιστα τοῦδε αὐτοὺς ἀνεδίδασκεν, ὅτι Καίσαρι μὲν τοῦτʼ ἐξ ἀπορίας ἀναγκαῖον ἦν, σφίσι δὲ καὶ διὰ τοῦτʼ εὔκαιρον ἡσυχάζειν, ὅτι Καῖσαρ ὑπʼ ἀνάγκης ἐπείγοιτο. ἐνοχλούμενος δὲ ὑπό τε τοῦ στρατοῦ παντὸς ἐπηρμένου τοῖς περὶ τὸ Δυρράχιον ἀμέτρως καὶ τῶν ἐπʼ ἀξιώσεως αὐτὸν ἐπιτωθαζόντων ἐς φιλαρχίαν ὡς ἑκόντα βραδύνοντα, ἵνʼ ἀνδρῶν ὁμοτίμων τοσῶνδε ἄρχοι, καὶ ἐπὶ τῷδε αὐτὸν βασιλέα τε βασιλέων καὶ Ἀγαμέμνονα καλούντων, ὅτι κἀκεῖνος βασιλέων διὰ τὸν πόλεμον ἦρχεν, ἐξέστη τῶν οἰκείων λογισμῶν καὶ ἐνέδωκεν αὐτοῖς, θεοῦ βλάπτοντος ἤδη καὶ τἆλλα παρʼ ὅλον τόνδε τὸν πόλεμον. νωθής τε γὰρ καὶ βραδὺς παρὰ τὴν αὑτοῦ φύσιν ἐν ἅπασι γεγονὼς παρεσκευάζετο ἄκων ἐς μάχην ἐπὶ κακῷ τε αὑτοῦ καὶ τῶν αὐτὸν ἀναπειθόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme