Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

11.75 ὁ μὲν τοσάδε εἰπὼν φυλακὴν ὅμως τῶν σκηνῶν κατέπεμπε δισχιλίους τοὺς πάνυ γέροντας· οἱ δʼ ἐξιόντες τὸ τεῖχος ἤρειπον μετὰ σιωπῆς βαθυτάτης καὶ ἐς τὴν τάφρον αὐτὸ ἐνεχώννυον. ὁρῶν δʼ ὁ Πομπήιος, ἡγουμένων τινῶν ἐς φυγὴν αὐτοὺς συσκευάζεσθαι, συνίει τοῦ τολμήματος καὶ ἔστενε καθʼ αὑτόν, ὅτι χωροῦσιν ἐς χεῖρας θηρίοις, λιμὸν ἔχοντες, ἄξιον θηρίων φάρμακον. ἀλλʼ οὐ γὰρ ἦν ἀναδῦναι ἔτι, τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ. διὸ δὴ καὶ τετρακισχιλίους τῶν Ἰταλῶν φύλακας τοῦ στρατοπέδου καταλιπὼν παρέτασσε τοὺς λοιποὺς ἐς τὸ μεταξὺ Φαρσάλου τε πόλεως καὶ Ἐνιπέως ποταμοῦ, ἔνθα καὶ ὁ Καῖσαρ ἀντιδιεκόσμει, τοὺς μὲν Ἰταλοὺς ἑκάτερος αὐτῶν ἐς τρία διαιρῶν ἐπὶ μετώπου, μικρὸν ἀλλήλων διεστῶτας, καὶ τοὺς ἱππέας ἐπὶ τοῖς κέρασι τοῖς κατὰ μέρη τάσσων. τοξόται δὲ πᾶσιν ἀναμεμίχατο καὶ σφενδονῆται. καὶ τὸ μὲν Ἰταλικὸν οὕτω κεκόσμητο, ᾧ δὴ καὶ μάλιστα αὐτῶν ἑκάτερος ἐθάρρει· τὰ συμμαχικὰ δʼ ἦγον ἐφʼ ἑαυτῶν ὡς ἐς ἐπίδειξιν. πολύθρουν δὲ ἦν τὸ Πομπηίου συμμαχικὸν καὶ πολύγλωσσον· καὶ αὐτῶν ὁ Πομπήιος Μακεδόνας μὲν καὶ Πελοποννησίους καὶ Βοιωτοὺς καὶ Ἀθηναίους, ἀποδεξάμενος τῆς εὐταξίας καὶ σιωπῆς, παρεστήσατο τῇ φάλαγγι τῇ Ἰταλικῇ, τοὺς δὲ ἄλλους, ὅπερ ὁ Καῖσαρ εἴκαζεν, ἔξω τάξεως ἐκέλευσε κατὰ φυλὰς ἐφεδρεύοντας, ὅταν ἐν χερσὶν ὁ ἀγὼν γένηται, κυκλοῦσθαι τοὺς πολεμίους καὶ διώκειν, ὅσα δύναιντο βλάπτοντας, καὶ τὸ στρατόπεδον αὐτὸ Καίσαρος ἀχαράκωτον ὂν διαρπάζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme