Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

11.78 μέλλουσι δʼ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡ ἡμέρα προύκοπτε. καὶ τὸ μὲν Ἰταλικὸν ἅπαν εὐσταθῶς ἐφʼ ἡσυχίας ἀκριβοῦς ἀνέμενε· τὸ δὲ συμμαχικὸν ὁ Πομπήιος αὑτοῦ ταρασσόμενον ὁρῶν ὑπὸ τῆς μελλήσεως καὶ δείσας, μὴ πρὸ τοῦ ἀγῶνος ἀταξίας κατάρξειεν, ὑπεσήμαινε πρῶτος, καὶ ἀντήχησε Καῖσαρ, αὐτίκα δʼ αἵ τε σάλπιγγες αὐτοὺς ἐξώτρυνον ὀρθίοις κλαγγαῖς ὡς ἐν τοσῷδε πλήθει πολλαὶ κατὰ μέρη, καὶ οἱ κήρυκες καὶ οἱ ἐπιστάται περιθέοντες ἤπειγον. οἱ δὲ σοβαρῶς ἀλλήλοις ἐπῄεσαν μετά τε θάμβους καὶ σιωπῆς βαθυτάτης ὡς πολλῶν ἀγώνων τοιῶνδε ἐμπειροπόλεμοι. πλησιάζουσι δʼ αὐτοῖς ἤδη τόξα καὶ λίθοι πρῶτον ἦν καὶ τῶν ἱππέων βραχὺ τὰ πεζὰ προλαβόντων πεῖραί τε καὶ ἐπελάσεις ἐπʼ ἀλλήλους. καὶ προύχοντες οἱ τοῦ Πομπηίου τὸ δέκατον τέλος ἐκυκλοῦντο. Καίσαρος δὲ τὸ σημεῖον τοῖς ἐφεδρεύουσιν ἄραντος, οἱ μὲν ἐξαναστάντες ἐς τοὺς ἵππους ἐχώρουν, ὀρθοῖς ἄνω τοῖς δόρασιν ἐς τὰ πρόσωπα τύπτοντες τοὺς ἐπικαθημένους, οἱ δʼ οὐκ ἐνεγκόντες αὐτῶν οὔτε τὴν ἀπόνοιαν οὔτε τὰς ἐπὶ στόμα καὶ κατʼ ὀφθαλμοὺς πληγὰς ἔφευγον ἀκόσμως. καὶ τὸ ἐνταῦθα πεζὸν εὐθὺς ἱππέων ἔρημον γενόμενον ἐκυκλοῦντο οἱ τοῦ Καίσαρος ἱππέες, αὐτοὶ δείσαντες περικύκλωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme