Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

13.88 αὐτὸς δʼ ἐπὶ τῇ νίκῃ δύο μὲν ἡμέρας ἐν Φαρσάλῳ διέτριψε θύων καὶ τὸν στρατὸν ἐκ τῆς μάχης ἀναλαμβάνων· ἔνθα καὶ Θεσσαλοὺς ἐλευθέρους ἠφίει συμμαχήσαντάς οἱ καὶ Ἀθηναίοις αἰτήσασι συγγνώμην ἐπεδίδου καὶ ἐπεῖπε· ποσάκις ὑμᾶς ὑπὸ σφῶν αὐτῶν ἀπολλυμένους ἡ δόξα τῶν προγόνων περισώσει; τῇ τρίτῃ δʼ ἐξήλαυνεν ἐπὶ τῂν ἕω κατὰ πύστιν τῆς Πομπηίου φυγῆς καὶ τὸν Ἑλλήσποντον ἀπορίᾳ τριήρων σκάφεσιν ἐπεραιοῦτο μικροῖς. Κάσσιος δὲ σὺν τῷ μέρει τῶν τριήρων ἐπιφαίνεται μεσοποροῦντι, πρὸς Φαρνάκην ἐπειγόμενος. καὶ δυνηθεὶς ἂν πολλαῖς τριήρεσι κατὰ σκαφῶν μικρῶν, ὑπὸ δέους τῆς Καίσαρος εὐτυχίας περιπύστου δὴ καὶ ἐπιφόβου τότε οὔσης ἐξεπλάγη καὶ νομίσας οἱ τὸν Καίσαρα ἐπίτηδες ἐπιπλεῖν τὰς χεῖρας ὤρεγεν ἐς αὐτόν, ἀπὸ τριήρων ἐς σκάφη, καὶ συγγνώμην ᾔτει καὶ τὰς τριήρεις παρεδίδου. τοσοῦτον ἴσχυεν ἡ δόξα τῆς Καίσαρος εὐπραγίας· οὐ γὰρ ἔγωγε αἰτίαν ἑτέραν ὁρῶ οὐδὲ ἔργον ἕτερον ἡγοῦμαι τύχης ἐν ἀπόρῳ καιρῷ γενέσθαι μᾶλλον ἢ Κάσσιον τὸν πολεμικώτατον ἐπὶ τριήρων ἑβδομήκοντα ἀπαρασκεύῳ Καίσαρι συντυχόντα μηδʼ ἐς χεῖρας ἐλθεῖν ὑποστῆναι. ὁ δʼ οὕτως ἑαυτὸν αἰσχρῶς ὑπὸ φόβου μόνου παραπλέοντι παραδοὺς ὕστερον ἐν Ῥώμῃ δυναστεύοντα ἤδη κατέκανεν· ᾧ καὶ αὐτῷ δῆλόν ἐστι τὸν ἕτερον τῷ Κασσίῳ φόβον ὑπὸ τύχης ἐγγενέσθαι τὸν Καίσαρα ἐπαιρούσης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme