Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

14.96 τοῦτο μὲν δὴ τῆς πρώτης ἐν Λιβύῃ Καίσαρι μάχης τέλος ἦν· οὐ πολὺ δὲ ὕστερον, αὐτοῦ τε Σκιπίωνος ὀκτὼ τέλεσι πεζῶν καὶ ἱππέων δύο μυριάσιν, ὧν οἱ πολλοὶ Λίβυες ἦσαν, πελτασταῖς τε πολλοῖς καὶ ἐλέφασιν ἐς τριάκοντα προσδοκωμένου παρέσεσθαι σὺν Ἰόβᾳ τῷ βασιλεῖ, καὶ τῷδε ἄγοντι πεζοὺς ἄλλους ἀμφὶ τρισμυρίους καὶ ἱππέας Νομάδας ἐς δισμυρίους καὶ ἀκοντιστὰς πολλοὺς καὶ ἐλέφαντας ἑξήκοντα ἑτέρους, ἡ στρατιὰ τοῦ Καίσαρος ἐδείμαινε καὶ ἐν σφίσιν αὐτοῖς ἐθορυβοῦντο κατά τε πεῖραν ὧν ἤδη πεπόνθεσαν καὶ κατὰ δόξαν τῶν ἐπιόντων τοῦ τε πλήθους καὶ ἀρετῆς, μάλιστα τῶν Νομάδων ἱππέων. ὅ τε τῶν ἐλεφάντων πόλεμος ἀήθης σφίσιν ὢν ἐξέπλησσε. Βόκχου δʼ ἑτέρου Μαυρουσίων δυνάστου Κίρταν, ἣ βασίλειον ἦν Ἰόβα, καταλαβόντος, ὁ μὲν Ἰόβας, ἐξαγγελθέντος αὐτῷ τοῦδε, ἐς τὰ οἰκεῖα μάλιστα ἀνεζεύγνυ μετὰ τοῦ ἰδίου στρατοῦ, τριάκοντα ἐξ αὐτοῦ μόνους ὑπολιπὼν ἐλέφαντας τῷ Σκιπίωνι, ἡ δὲ στρατιὰ τοῦ Καίσαρος ἐς τοσοῦτον ἀνεθάρρησεν, ὡς τὸ πέμπτον τέλος αἰτῆσαν ἀντιταχθῆναι τοῖς ἐλέφασι κρατῆσαι πάνυ καρτερῶς· καὶ νῦν ἀπʼ ἐκείνου τῷδε τῷ τέλει ἐλέφαντες ἐς τὰ σημεῖα ἐπίκεινται.
14.97 μακρᾶς δὲ καὶ ἐπιπόνου κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ πολυτρόπου γενομένης, περὶ ἑσπέραν μόλις ὁ Καῖσαρ ἐνίκα καὶ τὸ στρατόπεδον εὐθὺς ἐξῄρει τὸ τοῦ Σκιπίωνος, οὐδὲν ἀνιεὶς οὐδʼ ἐν νυκτὶ τῆς νίκης, μέχρι τὸ σύμπαν ἐξεργάσασθαι. οἱ δʼ ἐχθροὶ κατʼ ὀλίγους, ὅπῃ δύναιντο, διέφευγον· καὶ ὁ Σκιπίων αὐτός, ἅμα Ἀφρανίῳ πάντα μεθείς, ἔφευγεν ἀνὰ τὸ πέλαγος ἐπὶ δώδεκα ἀφράκτων.
14.97 ὧδε μὲν δὴ καὶ ὅδε ὁ στρατός, ἐς ὀκτὼ μυριάδας μάλιστα συνελθὼν ἔκ τε πολλοῦ γεγυμνασμένος καὶ ἐκ τῆς προτέρας μάχης ἐν ἐλπίδι καὶ θάρσει γενόμενος, δευτέρᾳ τῇδε συμβολῇ συνετρίβετο ἀθρόως. καὶ τὸ τοῦ Καίσαρος κλέος ἐς ἄμαχον εὐτυχίαν ἐδοξάζετο, οὐδὲν ἔτι τῶν ἡσσωμένων ἐς ἀρετὴν αὐτοῦ μεριζόντων, ἀλλὰ καὶ τὰ σφέτερα αὐτῶν ἁμαρτήματα τῇ Καίσαρος τύχῃ προστιθέντων· ἐδόκει γὰρ δὴ καὶ ὅδε ὁ πόλεμος ἀβουλίᾳ τῶν στρατηγῶν, οὔτε διατριψάντων αὐτόν, ἕως ἀπορήσειεν ὁ Καῖσαρ ὡς ἐν ἀλλοτρίᾳ, οὔτε τὴν πρώτην νίκην ἐς τέλος προαγαγόντων, συντριφθεὶς οὕτως ὀξέως διαλυθῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme