Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

16.107 εἰσὶ δʼ οἳ καὶ βασιλέα προσειπεῖν ἐπενόουν, μέχρι μαθὼν αὐτὸς ἀπηγόρευσε καὶ ἠπείλησεν ὡς ἀθέμιστον ὄνομα μετὰ τὴν τῶν προγόνων ἀράν. σπεῖραι δʼ ὅσαι στρατηγίδες αὐτὸν ἐκ τῶν πολέμων ἔτι ἐσωματοφυλάκουν, ἀπέστησε τῆς φυλακῆς καὶ μετὰ τῆς δημοσίας ὑπηρεσίας ἐπεφαίνετο μόνης. ὧδε δʼ ἔχοντι καὶ χρηματίζοντι πρὸ τῶν ἐμβόλων, τὸ ψήφισμα τῶν προλελεγμένων τιμῶν ἡ βουλή, τῶν ὑπάτων ἡγουμένων, ἐν κόσμῳ τῷ πρέποντι ἑκάστῳ προσέφερον. ὁ δὲ αὐτοὺς ἐδεξιοῦτο μέν, οὐχ ὑπανέστη δὲ προσιοῦσιν οὐδʼ ἐπιμένουσιν, ἀλλὰ τοῖς διαβάλλουσιν αὐτὸν ἐς τὴν ἐπιθυμίαν τῆς βασιλικῆς προσηγορίας καὶ τόδε παρέσχε. τὰς δὲ ἄλλας τιμὰς χωρὶς τῆς δεκαετοῦς ὑπατείας προσέμενος ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν αὑτόν τε καὶ Ἀντώνιον, τὸν ἵππαρχον ἑαυτοῦ, Λεπίδῳ προστάξας ἱππαρχεῖν ἀντὶ τοῦ Ἀντωνίου, ἄρχοντι μὲν Ἰβηρίας, ἡγεμονεύοντι δʼ αὐτῆς διὰ φίλων. κατεκάλει δὲ καὶ τοὺς φεύγοντας ὁ Καῖσαρ, πλὴν εἴ τις ἐπὶ ἀνηκέστοις ἔφσυγε· καὶ τοῖς ἐχθροῖς διηλλάσσετο καὶ τῶν πεπολεμηκότων οἱ πολλοὺς προῆγεν ἀθρόως ἐς ἐτησίους ἀρχὰς ἢ ἐς ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας. ᾧ δὴ καὶ μάλιστα ὑπαχθεὶς ὁ δῆμος ἤλπιζε καὶ τὴν δημοκρατίαν αὐτὸν αὑτοῖς ἀποδώσειν, καθάπερ Σύλλας ἐς ἴσον αὐτῷ δυναστεύσας ἐποίησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme