Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

16.108 ἀλλὰ τοῦδε μὲν ἐσφάλησαν, εἰκόνα δʼ αὐτοῦ τις τῶν ὑπερεθιζόντων τὸ λογοποίημα τῆς βασιλείας ἐστεφάνωσε δάφναις, ἀναπεπλεγμένης ταινίας λευκῆς· καὶ αὐτὸν οἱ δήμαρχοι Μάρυλλός τε καὶ Καισήτιος ἀνευρόντες ἐς τὴν φυλακὴν ἐσέβαλον, ὑποκρινάμενοί τι καὶ τῷ Καίσαρι χαρίζεσθαι, προαπειλήσαντι τοῖς περὶ βασιλείας λέγουσιν. ὁ δὲ τοῦτο μὲν ἤνεγκεν εὐσταθῶς, ἑτέρων δʼ αὐτὸν ἀμφὶ τὰς πύλας ἰόντα ποθὲν βασιλέα προσειπόντων καὶ τοῦ δήμου στενάξαντος, εὐμηχάνως εἶπε τοῖς ἀσπασαμένοις· οὐκ εἰμὶ Βασιλεύς, ἀλλὰ Καῖσαρ, ὡς δὴ περὶ τὸ ὄνομα ἐσφαλμένοις. οἱ δʼ ἀμφὶ τὸν Μάρυλλον καὶ τῶνδε τῶν ἀνδρῶν τὸν ἀρξάμενον ἐξεῦρον καὶ τοῖς ὑπηρέταις ἐκέλευον ἄγειν ἐς δίκην ἐπὶ τὸ ἀρχεῖον αὑτῶν. καὶ ὁ Καῖσαρ οὐκέτι ἐνεγκὼν κατηγόρησεν ἐπὶ τῆς βουλῆς τῶν περὶ τὸν Μάρυλλον ὡς ἐπιβουλευόντων οἱ μετὰ τέχνης ἐς τυραννίδος διαβολήν, καὶ ἐπήνεγκεν ἀξίους μὲν αὐτοὺς εἶναι θανάτου, μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν τῆς τε ἀρχῆς καὶ τοῦ βουλευτηρίου. ὃ δὴ καὶ μάλιστα αὐτὸν διέβαλεν ὡς ἐπιθυμοῦντα τῆς ἐπικλήσεως καὶ τὰς ἐς τοῦτο πείρας καθιέντα καὶ τυραννικὸν ὅλως γεγονότα· ἥ τε γὰρ πρόφασις τῆς κολάσεως περὶ τῆς βασιλικῆς ἐπωνυμίας ἦν, ἥ τε τῶν δημάρχων ἀρχὴ ἱερὰ καὶ ἄσυλος ἦν ἐκ νόμου καὶ ὅρκου παλαιοῦ· τήν τε ὀργὴν ὀξεῖαν ἐποίει τὸ μηδʼ ἀναμεῖναι τῆς ἀρχῆς τὸ ὑπόλοιπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme