Book 2
16.114
ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δʼ ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. δόξειν τε τὸ ἔργον, ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατʼ ἐπιβουλήν, ἀλλʼ ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται.