Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

16.115 καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δʼ ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δʼ ἀνήνεγκέ μοι. καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δʼ ἐπιμειδιάσας ἔφη· πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας; καὶ ὁ Κάσκας ἀνήνεγκεν. αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme