Book 3
5.32
ἡμεῖς, ὦ Ἀντώνιε, καὶ ὅσοι ἄλλοι μετὰ σοῦ Καίσαρι στρατευσάμενοι τήν τε ἡγεμονίαν αὐτῷ συνεστησάμεθα καὶ ἐς τὰ καθʼ ἡμέραν αὐτῆς ὑπηρέται γιγνόμενοι διετελοῦμεν, ἔχθει μὲν ἴσῳ καὶ ἐπιβουλῇ τοὺς φονέας αὐτοῦ γιγνώσκομεν εἰς ἡμᾶς χρωμένους καὶ τὴν βουλὴν ἐκείνοις ἐπιρρέπουσαν, τοῦ δήμου δʼ ἐξελάσαντος αὐτοὺς ἀνεθαρρήσαμεν, οὐ πάντῃ τὰ Καίσαρος ὁρῶντες ἄφιλα οὐδὲ ἀμνήμονα οὐδὲ ἀχάριστα. τὴν δʼ ἐς τὸ μέλλον ἀσφάλειαν εἴχομεν ἐν σοί, φίλῳ τε Καίσαρος ὄντι καὶ ἡγεμονικωτάτῳ μετʼ ἐκεῖνον ἐκ πάντων καὶ ἄρχοντι νῦν ἡμῶν καὶ ἐς τὰ μάλιστα ἐπιτηδείῳ. ἀναφυομένων δὲ τῶν ἐχθρῶν καὶ θρασέως ἔς τε Συρίαν καὶ Μακεδονίαν βιαζομένων καὶ χρήματα καὶ στρατιὰν ἐφʼ ἡμᾶς συνιστάντων, καὶ τῆς βουλῆς σοι Δέκμον ἐπαλειφούσης, καὶ σοῦ τὰς φροντίδας ἐς τὴν Καίσαρος τοῦ νέου διαφορὰν δαπανῶντος, δέδιμεν εἰκότως, μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται καὶ διαπραχθῇ τοῖς ἐχθροῖς καθʼ ἡμῶν, ἃ βούλονται. ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν, ὁσίας τε χάριν ἐς τὸν Καίσαρα καὶ φειδοῦς ὑπὲρ ἡμῶν οὐδὲν ἐπιμέμπτων σοι γενομένων καὶ πρὸ ἡμῶν αὐτοῦ σοῦ τῶν συμφερόντων οὕνεκα, ἕως ἔτι δύνασαι, Καίσαρι μέν, ὅπερ ἀρκέσει, μόνον συνεπαμῦναι τοὺς φονέας τιμωρουμένῳ, σὲ δὲ αὐτίκα δυναστεύειν, ἐν ἀμερίμνῳ γενόμενόν τε καὶ ἡμᾶς γενέσθαι παρασκευάσαντα τοὺς ὑπέρ τε σφῶν αὐτῶν καὶ ὑπὲρ σοῦ δεδιότας.
5.33
τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο·