Book 3
5.36
ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδʼ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντʼ ἂν οὐδʼ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδʼ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δʼ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθʼ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.