Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

6.41 ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος ὁ δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρʼ αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετʼ ἔχθρας Ἀντωνίου σαφοῦς ἐπιέναι τον Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. ταῦτα δʼ εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. ὡς δὲ εἰσῆλθον, ὁ μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. ὁ δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, διʼ ἃ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος· ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νὺν πρὸς Ἀντώνιον ἕτοιμος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme