Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

7.48 διαλυθέντων δὲ μόλις οὕτω καὶ τῶν ἡγεμόνων ἐς ὑπεροψίαν αὐτὸν αἰτιωμένων, ἐξελογεῖτο αὐτοῖς τὴν βουλὴν οὐκ εὐνοίᾳ πρὸς αὑτὸν ἀποκλίνειν μᾶλλον ἢ Ἀντωνίου δέει καὶ στρατιᾶς ἀπορίᾳ, μέχρι καθέλωμεν ἡμεῖς Ἀντώνιον καὶ οἱ σφαγεῖς φίλοι τε τῇ βουλῇ καὶ συγγενεῖς ὄντες δύναμιν αὐτοῖς συναγάγωσιν· ὧν αἰσθανόμενος ὑπηρετεῖν ὑποκρίνομαι. μὴ δὴ πρότεροι τὴν ὑπόκρισιν ἀποκαλύπτωμεν, ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν αὐτοὶ δέει, μὴ παρʼ ὑμῶν λάβοιμι. τοιάδε εἰπὼν ἐθεᾶτο γυμνάσια τῶν δύο τελῶν τῶν αὐτομολησάντων ἀπʼ Ἀντωνίου, διαστάντων τε ἐς ἀλλήλους καὶ δρώντων ἀφειδῶς ἔργα πολέμου πάντα πλὴν ἐς μόνον θάνατον. ἡσθεὶς οὖν τῇ θέᾳ καὶ τῆς προφάσεως ἐπιβαίνων ἄσμενος, ἑτέρας αὐτῶν ἑκάστῳ πεντακοσίας δραχμὰς ἐπεδίδου καί, εἴ τις πολέμου χρεία γένοιτο, νικήσασιν ἐπηγγέλλετο πεντακισχιλίας. ὧδε μὲν ὁ Καῖσαρ δαψιλείᾳ δωρεῶν τοὺς μισθοφόρους ἐκρατύνετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme