Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

8.49 καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον. Ἀντωνίου δʼ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθʼ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδʼ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ· καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δʼ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δʼ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme