Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

8.50 καὶ Δέκμος μὲν ἐπολιορκεῖτο, ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐτήσιον νουμηνίαν ὕπατοι γενόμενοι Ἵρτιός τε καὶ Πάνσας τὴν βουλὴν εὐθὺς ἐπὶ ταῖς θυσίαις ἐν αὐτῷ τῷ ἱερῷ συνῆγον ἐπὶ Ἀντωνίῳ. Κικέρων μὲν δὴ καὶ οἱ Κικέρωνος φίλοι πολέμιον αὐτὸν ἠξίουν ἤδη ψηφίσασθαι, τὴν Κελτικὴν ἀκούσης τῆς βουλῆς ἐς ἐπιτείχισμα τῆς πατρίδος βιαζόμενον ὅπλοις καὶ τὸν ἐπὶ Θρᾷκας αὐτῷ δεδομένον στρατὸν ἐς τὴν Ἰταλίαν διαγαγόντα· ἐπελέγοντο δὲ καὶ τὴν ἄλλην αὐτοῦ μετὰ Καίσαρα προαίρεσιν, ἔν τε τῇ πόλει φανερῶς δορυφορηθέντος ὑπὸ τοσῶνδε λοχαγῶν καὶ περὶ τὴν οἰκίαν ὥσπερ ἄκραν ὅπλοις καὶ συνθήμασι κεχρημένου καὶ τἆλλα σοβαρωτέρου σφίσι φανέντος ἢ κατὰ τὴν ἐτήσιον ἀρχήν. Λεύκιος δὲ Πείσων, ὁ τῷ Ἀντωνίῳ τὴν ἀποδημίαν ἐπιτροπεύων, ἀνὴρ ἐν τοῖς μάλιστα Ῥωμαίων ἐπιφανής, ὅσοι τε ἄλλοι τῷ Πείσωνι διʼ αὐτὸν ἢ διʼ Ἀντώνιον ἢ κατʼ οἰκείαν γνώμην προσετίθεντο, καλεῖν αὐτὸν ἐς κρίσιν ἠξίουν, ὡς οὐ πάτριον σφίσιν ἀκρίτου καταδικάζειν οὐδʼ εὐπρεπὲς τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας, οὗ γε μάλιστα συνεχεῖς ἐπαίνους ἄλλοι τε καὶ Κικέρων αὐτὸς εἶπε πολλάκις. ἡ δὲ βουλὴ τότε μὲν ἀγχώμαλοι ταῖς γνώμαις ἐς νύκτα περιῆλθον, ἅμα δʼ ἕῳ περὶ τῶν αὐτῶν ἐς τὸ βουλευτήριον συνελέγοντο· ἔνθα τῶν Κικερωνείων ἐπιβαρούντων ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι. ἔστι δὲ ἐν τοῖς ἄρχουσιν ὁ κωλύων ἀεὶ δυνατώτερος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme