Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

8.59 ταῦτα μὲν δὴ πρὸς ὑμᾶς ἐξενήνοχα δεῖγμα τῆς Ἀντωνίου τε ἀπολογίας καὶ Κικέρωνος μεταβολῆς· παραίνεσιν δʼ ἐπιθήσω τοῖς εὖ φρονοῦσι μήτε ἐς τὸν δῆμον μήτε ἐς Ἀντώνιον ἁμαρτάνειν μηδὲ ἔχθρας καὶ κινδύνους ἐπάγειν τοῖς κοινοῖς, νοσούσης ἔτι τῆς πολιτείας καὶ ἀπορούσης τῶν ὀξέως ἀμυνούντων, δύναμιν δʼ ἐν τῇ πόλει συστησαμένους, πρὶν θορυβῆσαί τι τῶν ἔξω, τὴν ἀρκέσουσαν, τότε τοῖς ἑκάστοτε ἐπείγουσιν ἐφεδρεύειν καὶ κρίνειν, οὓς ἂν ἐθέλητε, δυναμένους τὸ κεκριμένον τελεῖν. πῶς οὖν ἔσται ταῦτα; ἐὰν Ἀντώνιον μὲν ἐῶμεν ἐς πρόφασιν ἢ χάριν τοῦ δήμου τὴν Κελτικὴν ἔχειν, Δέκμον δὲ μετὰ τριῶν ὧν ἔχει τελῶν ἐνθάδε καλῶμεν καὶ ἀφικόμενον ἐκπέμπωμεν ἐς Μακεδονίαν, τὰ τέλη κατασχόντες. εἰ δὲ καὶ τὰ ἀπʼ Ἀντωνίου μεταστάντα δύο πρὸς ἡμᾶς μετέστη, καθάπερ φησὶ Κικέρων, καὶ τάδε καλῶμεν ἀπὸ τοῦ Καίσαρος ἐς τὴν πόλιν. οὕτω γὰρ πέντε τελῶν ἡμῖν ὑπαρχόντων ψηφιζοίμεθα ἄν, ὅ τι δοκιμάζοιμεν, ἐγκρατῶς, ἐς οὐδενὸς ἀνδρὸς ἐλπίδας αἰωρούμενοι.
8.60 καὶ τάδε μὲν εἴρηται τοῖς ἄνευ φθόνου καὶ φιλονικίας ἀκροωμένοις· τοῖς δὲ ἀπερισκέπτως καὶ ἀπαρασκεύως διʼ οἰκείαν ἔχθραν ἢ φιλονικίαν ἐκθορυβοῦσιν ὑμᾶς κριτὰς παραινῶ μὴ ταχεῖς εἶναι μηδὲ προπετεῖς ἐς ἄνδρας μεγίστους τε καὶ στρατιᾶς ἄρχοντας ἱκανῆς μηδὲ ἄκοντας ἐκπολεμοῦν, ἀναμιμνησκομένους Μαρκίου τε τοῦ Κοριολανοῦ καὶ τὰ ἔναγχος δὴ ταῦτα Καίσαρος, ὃν στρατιᾶς ὁμοίως ἡγούμενον καὶ σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας προτείνοντα προπετῶς πολέμιον ψηφισάμενοι τῷ ὄντι πολέμιον ἠναγκάσαμεν γενέσθαι, φείδεσθαι δὲ καὶ τοῦ δήμου πρὸ βραχέος τοῖς φονεῦσι τοῖς Καίσαρος ἐπιδραμόντος, μὴ ἐς ὕβριν αὐτοῦ δοκῶμεν τοῖς μὲν ἡγεμονίας ἐθνῶν διδόναι, Δέκμον δὲ ἐπαινεῖν, ὅτι τοῦ δήμου νόμον ἀκυροῖ, καὶ Ἀντώνιον πολέμιον κρίνειν, ὅτι τὴν Κελτικὴν ἔλαβε παρὰ τοῦ δήμου. ὧν τοὺς μὲν εὖ βουλευομένους ἐνθυμεῖσθαι χρὴ ὑπὲρ τῶν ἔτι πλανωμένων, τοὺς δʼ ὑπάτους καὶ δημάρχους πλείονας κινδυνεύουσι τοῖς κοινοῖς γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme