Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

1.8 καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾔτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δʼ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.
2.9 τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme