Book 3
12.86
ὁ δὲ Καῖσαρ ἤδη τὸν στρατὸν εἰς ὀργὴν ὑπέρ τε αὑτοῦ, ὡς συνεχῶς ὑβριζόμενος, ἀνεκίνει καὶ ὑπὲρ σφῶν ἐκείνων, ἐπὶ δευτέραν στρατείαν πεμπομένων, πρὶν ἐπὶ τῇ προτέρᾳ λαβεῖν τὰς πεντακις χιλίας δραχμάς, ὅσας αὐτοῖς ὑπέσχοντο δώσειν· ἐδίδασκέ τε πέμποντας αἰτεῖν. οἱ δʼ ἔπεμπον τοὺς λοχαγούς. καὶ ἡ βουλὴ συνίει μὲν αὐτοὺς ἐς ταῦτα διδασκομένους, ἀποκρινεῖσθαι δὲ αὐτοῖς ἔφη διʼ ἑτέρων πρέσβεων. καὶ ἔπεμπον, οὓς ἐδίδαξαν τοῖς δύο τέλεσι τοῖς ἀπʼ Ἀντωνίου μεθεστηκόσιν ἐντυχεῖν ἄνευ τοῦ Καίσαρος, καὶ διδάσκειν μὴ ἐφʼ ἑνὶ ποιεῖσθαι τὰς ἐλπίδας, ἀλλʼ ἐπὶ τῇ βουλῇ τὸ κράτος ἀθάνατον ἐχούσῃ μόνῃ, χωρεῖν δὲ πρὸς Δέκμον, ἔνθα σφίσι τὰ χρήματα ἀπαντήσειν. ταῦτʼ ἐπισκήψαντες λέγειν ἐσέφερον ἤδη τὸ ἥμισυ τῆς δωρεᾶς καὶ δέκα ἄνδρας ἐς τὴν διανέμησιν ἐχειροτόνουν, οἷς οὐδὲ ἑνδέκατον προσετίθεσαν εἶναι τὸν Καίσαρα. οἱ μὲν δὴ πρέσβεις, οὐκ ἀνασχομένων τῶν δύο τελῶν ἐντυχεῖν σφίσιν ἄνευ τοῦ Καίσαρος, ὑπέστρεφον ἄπρακτοι· ὁ δὲ Καῖσαρ οὐκέτι τοὺς λόγους καθίει διʼ ἑτέρων οὐδὲ μέλλειν ἠξίου, ἀλλʼ αὐτὸς ἐς τὸν στρατὸν συνειλεγμένον ἐπελθών, τά τε ὑβρίσματα, ὅσα ἐς αὐτὸν ἐκ τῆς βουλῆς γεγένητο, κατέλεξε, καὶ τὴν ἐς πάντας τοὺς Γαΐου Καίσαρος ἐπιβουλήν, καθʼ ἕνα καθαιρουμένους, δεδιέναι τε αὐτοῖς περὶ σφῶν διεκελεύσατο, μεταφερομένοις ἔς τε πολέμιον τῆς μοίρας στρατηγὸν καὶ πολέμους ἑτέρους ἀφʼ ἑτέρων, ἵνʼ ἢ ἐκφθαρεῖεν ἢ καὶ πρὸς ἀλλήλους στασιάσειαν· ἐπὶ γὰρ τῷδε καὶ τοῦ περὶ Μουτίνην ἔργου κοινοῦ γεγονότος τὰ γέρα τοῖς δύο τέλεσι μόνοις δίδοσθαι, ἵνʼ αὐτοὺς ἐς ἔριν καὶ στάσιν ἐμβάλοιεν.