Book 3
12.87
Ἴστε δέ, ἔφη, καὶ ἐφʼ οἷς ὁ Ἀντώνιος ἔναγχος ἡττήθη οἷά τε τοὺς Πομπηιανοὺς ἐπύθεσθε ἐν ἄστει πεποιηκέναι κατὰ τῶν τινας δωρεὰς παρὰ Καίσαρος εἰληφότων. τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρʼ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆς σωτηρίας, ὧδε ἐν τῇ βουλῇ δυναστευόντων τῶν οἰκείων τοῖς σφαγεῦσι; κἀγὼ μὲν ἐκδέξομαι τὸ τέλος, ὅ τι ἂν ἐπιγίγνηταί μοι ʽκαλὸν γάρ τι καὶ παθεῖν πατρὶ ἐπικουροῦντἀ, ὑπὲρ δὲ ὑμῶν δέδια τοιῶνδε καὶ τοσῶνδε, κινδυνευόντων ἐς ἐμὴν καὶ τοῦ πατρὸς χάριν. ἴστε μὲν δή με καθαρεύοντα φιλοτιμίας, ἐξ οὗ στρατηγεῖν μοι διδόντων ὑμῶν ὑπὸ σημείοις οὐκ ἐδεχόμην· ἓν δὲ μόνον ὁρῶ νῦν ἀμφοτέροις σωτήριον, εἰ διʼ ὑμῶν ὕπατος ἀποδειχθείην. τά τε γὰρ παρὰ τοῦ πατρὸς ὑμῖν δοθέντα πάντα βέβαια ἔσται, ἀποικίαι τε προσέσονται αἱ ἔτι ὀφειλόμεναι, καὶ γέρα πάντα ἐντελῆ· ἐγώ τε τοὺς φονέας ὑπὸ δίκην ἀγαγὼν τοὺς ἄλλους ἂν ὑμῖν καταλύσαιμι πολέμους.